Σελίδες

Σάββατο 18 Φεβρουαρίου 2012

Aristoxenos

.
#55

παρανήτης
λιχανοῦ
παρυπάτης,


.
#56

λιχανοῦ


.
#57

ἁρμοττόνται
η

Πέμπτη 16 Φεβρουαρίου 2012

Aristoxenos

οἰκείων ἀπολιμπάνωμεν.
μὲν σύμφωνα τὰ δὲ διάφωνα. γνωριμώταται μὲν δοκοῦσιν

μελῳδουμένων
διάφωνα


.
#53
κατὰ μέγεθος. ἔστω δὴ τῶν συμφώνων ὀκτὼ μεγέθη·
ἐλάχιστον μὲν τὸ διὰ τεσσάρων - συμβαίνει δὲ τοῦτο _αὐτ_

τῇ τοῦ _μέλους φύσει ἐλάχιστον εἶναι· σημεῖον δὲ τὸ

μελῳδεῖν μὲν ἡμᾶς πολλὰ τοῦ διὰ τεσσάρων ἐλάττω, πάντα

μέντοι διάφωνα - δεύτερον δὲ τὸ διὰ πέντε· ὅτι δ᾽ ἂν

τούτων ἀνὰ μέσον μέγεθος πᾶν ἔσται διάφωνον. τρίτον

_δ᾽_ ἐκ τῶν εἰρημένων συμφώνων σύνθετον τὸ διὰ πασῶν,

τὰ δὲ τούτων ἀνὰ μέσον διάφωνα ἔσται. ταῦτα μὲν οὖν

λέγομεν παρὰ τῶν ἔμπροσθεν παρειλήφαμεν, περὶ δὲ τῶν

λοιπῶν ἡμῖν αὐτοῖς διοριστέον. πρῶτον μὲν οὖν λεκτέον,

ὅτι πρὸς τῷ διὰ πασῶν πᾶν σύμφωνον προστιθέμενον διάστημα 

τὸ γιγνόμενον ἐξ αὐτῶν μέγεθος σύμφωνον ποιεῖ.

καὶ ἔστιν ἴδιον τοῦτο τὸ πάθος τοῦ συμφώνου τούτου,

καὶ γὰρ ἐλάττονος προστεθέντος καὶ ἴσου καὶ μείζονος τὸ

γιγνόμενον ἐκ τῆς συνθέσεως σύμφωνον γίγνεται· τοῖς δὲ

πρώτοις συμφώνοις οὐ συμβαίνει τοῦτο, οὔτε γὰρ τὸ ἴσον

ἑκατέρῳ αὐτῶν συντεθὲν τὸ ὅλον σύμφωνον ποιεῖ οὔτε τὸ

ἐξ ἑκατέρου αὐτῶν καὶ τοῦ διὰ πασῶν συγκείμενον, ἀλλ᾽ 

ἀεὶ διαφωνήσει τὸ ἐκ τῶν εἰρημένων συμφώνων συγκείμενον.

Τόνος δ᾽ ἐστὶν τὸ διὰ πέντε τοῦ διὰ τεσσάρων

μεῖζον· τὸ δὲ διὰ τεσσάρων δύο τόνων καὶ ἡμίσεος. τῶν δὲ

τοῦ τόνου μερῶν μελῳδεῖται τὸ ἥμισυ, καλεῖται ἡμιτόνιον,

καὶ τὸ τρίτον μέρος, καλεῖται δίεσις χρωματικὴ ἐλαχίστη,

καὶ τὸ τέταρτον, καλεῖται δίεσις ἐναρμόνιος ἐλαχίστη·

τούτου δ᾽ ἔλαττον οὐδὲν μελῳδεῖται διάστημα. δεῖ δὲ πρῶτον 

μὲν τοῦτο αὐτὸ μὴ ἀγνοεῖν, ὅτι πολλοὶ ἤδη διήμαρτον 

ὑπολαβόντες ἡμᾶς λέγειν ὅτι τόνος εἰς τρία ἴσα

διαιρούμενος μελῳδεῖται. συνέβη δ᾽ αὐτοῖς τοῦτο παρὰ τὸ

μὴ κατανοεῖν ὅτι ἕτερόν ἐστι τό τε λαβεῖν τρίτον μέρος

τόνου καὶ τὸ διελόντα εἰς τρία τόνον μελῳδεῖν. ἔπειτα ἁπλῶς

μὲν οὐθὲν ὑπολαμβάνομεν εἶναι διάστημα ἐλάχιστον.

Αἱ δὲ τῶν γενῶν διαφοραὶ λαμβάνονται ἐν τετραχόρδῳ

τοιούτῳ οἷόν ἐστι τὸ ἀπὸ μέσης ἐφ᾽ ὑπάτην, τῶν μὲν ἄκρων

μενόντων, τῶν δὲ μέσων κινουμένων ὁτὲ μὲν ἀμφοτέρων ὁτὲ

δὲ θατέρου. ἐπεὶ δ᾽ ἀναγκαῖον τὸν κινούμενον φθόγγον

ἐν τόπῳ τινὶ κινεῖσθαι, ληπτέος ἂν εἴη τόπος ὡρισμένος

ἑκατέρου τῶν εἰρημένων φθόγγων. φαίνεται δὴ συντονωτάτη 

μὲν εἶναι λιχανὸς τόνον ἀπὸ μέσης ἀπέχουσα,

ποιεῖ δ᾽ αὕτη διάτονον γένος, βαρυτάτη δ᾽ δίτονον,



μέγεθος

συμφώνων
ἐλάχιστον
διὰ τεσσάρων

μελῳδεῖν
ἐλάττω

διάφωνα

διὰ πέντε

μέσον

μέγεθος
διάφωνον

εἰρημένων

σύνθετον
διὰ πασῶν,

πάθος
ἐλάττονος

ἴσου
μείζονος
συνθέσεως
τόνος
διὰ πέντε

μεῖζον

ἡμίσεος

μελῳδεῖται
ἡμιτόνιον,

δίεσις χρωματικὴ ἐλαχίστη

δίεσις ἐναρμόνιος ἐλαχίστη

ἔλαττον

διάστημα

τόνος
τετραχόρδῳ
μέσης
ὑπάτην

ἄκρων
μενόντων

μέσων
κινουμένων

κινούμενον φθόγγον

τόπῳ
συντονωτάτη

λιχανὸς

μέσης
διάτονον

γένος

βαρυτάτη
δίτονον





[...Rios >]

.



#54
τῆς παρυπάτης τόπος. ἤδη δέ τινες θαυμάζουσ_ι πῶς

λιχανοῦ
παρυπάτης
μελῳδουμένων