Σελίδες

Κυριακή 5 Φεβρουαρίου 2012

Aristoxenos (#49 - #51)

#49
οὐ διὰ τοῦτο ἄλλως ὑποληπτέον ἔχειν τὰ εἰρημένα. διημαρτηκέναι
γὰρ συμβήσεται τἀληθοῦς, ἐὰν τὸ μὲν κρῖνον 
μήτε πέρας μήτε κύριον ποιῶμεν, τὸ δὲ κρινόμενον κύριόν 
τε καὶ πέρας. οὐχ ἧττον δέ ἐστι ταύτης περὶ τοὺς 
αὐλοὺς ὑπόληψις ἄτοπος· μέγιστον μὲν οὖν καὶ καθόλου 
μάλιστα ἄτοπον τῶν ἁμαρτημάτων ἐστὶ τὸ εἰς ὄργανον 
ἀνάγειν τὴν τοῦ ἡρμοσμένου φύσιν. δι᾽ οὐδὲν γὰρ τῶν 
τοῖς ὀργάνοις ὑπαρχόντων τοιοῦτόν ἐστι τὸ ἡρμοσμένον 
οὐδὲ τοιαύτην τάξιν ἔχον. οὐ γάρ, ὅτι αὐλὸς τρυπήματά 
τε καὶ κοιλίας ἔχει καὶ τὰ λοιπὰ τῶν τοιούτων, ὅτι δὲ 
χειρουργίαν τὴν μὲν ἀπὸ τῶν χειρῶν τὴν δ᾽ ἀπὸ τῶν 
λοιπῶν μερῶν οἷς ἐπιτείνειν τε καὶ ἀνιέναι πέφυκε, διὰ 
τοῦτο συμφωνεῖ διὰ τεσσάρων διὰ πέντε ἤτοι διὰ πασῶν
τῶν ἄλλων διαστημάτων ἕκαστον λαμβάνει τὸ προσῆκον
μέγεθος. πάντων γὰρ τούτων ὑπαρχόντων οὐδὲν ἧττον 
τὰ μὲν πλείω διαμαρτάνουσιν οἱ αὐληταὶ τῆς τοῦ ἡρμοσμένου
τάξεως, ὀλίγα δ᾽ ἐστὶν τυγχάνουσι ποιοῦντες 
πάντα ταῦτα, καὶ γὰρ ἀφαιροῦντες καὶ παραβάλλοντες καὶ 
τῷ πνεύματι ἐπιτείνοντες καὶ ἀνιέντες καὶ ταῖς ἄλλαις αἰτίαις
ἐνεργοῦντες· ὥστ᾽ εἶναι φανερόν, ὅτι οὐδὲν διαφέρει 
λέγειν τὸ καλῶς ἐν τοῖς αὐλοῖς τοῦ κακῶς. οὐκ ἔδει δὲ 

εἰρημένα
αὐλοὺς 
ὄργανον 
ἡρμοσμένου 
τάξιν
τρυπήματά 
χειρουργίαν 
ἐπιτείνειν 
ἀνιέναι 
διὰ τεσσάρων 
διὰ πέντε
διὰ πασῶν, 
διαστημάτων
αὐληταὶ 
ἀφαιροῦντες 
ἐπιτείνοντες 
ἀνιέντες



 #50
τοῦτο συμβαίνειν, εἴπερ τι ὄφελος ἦν τῆς εἰς τοῦ ἡρμοσμένου
ὄργανον ἀναγωγῆς, ἀλλ᾽ ἅμα τ᾽ εἰς τοὺς αὐλοὺς 
ἀνῆχθαι τὸ μέλος καὶ εὐθὺς ἀστραβὲς εἶναι καὶ ἀναμάρτητον
καὶ ὀρθόν. ἀλλὰ γὰρ οὔτ᾽ αὐλοὶ οὔτε τῶν ἄλλων 
οὐθὲν ὀργάνων ποτὲ βεβαιώσει τὴν τοῦ ἡρμοσμένου φύσιν
τάξιν γάρ τινα καθόλου τῆς φύσεως τοῦ ἡρμοσμένου θαυμαστὴν
μεταλαμβάνει τῶν ὀργάνων ἕκαστον ἐφ᾽ ὅσον δύναται
τῆς αἰσθήσεως αὐτοῖς ἐπιστατούσης πρὸς ἣν ἀνάγεται 
καὶ ταῦτα καὶ τὰ λοιπὰ τῶν κατὰ μουσικήν. εἰ _δ_έ τις 
οἴεται, ὅτι τὰ τρυπήματα ὁρᾷ ταὐτὰ ἑκάστης ἡμέρας ἢ 
τὰς χορδὰς ἐντεταμένας τὰς αὐτάς, διὰ τοῦθ᾽ εὑρήσειν τὸ 
ἡρμοσμένον ἐν αὐτοῖς διαμένον τε καὶ τὴν αὐτὴν τάξιν 
διασῶζον, παντελῶς εὐήθης· ὥσπερ γὰρ ἐν ταῖς χορδαῖς 
οὐκ ἔστι τὸ ἡρμοσμένον, ἐὰν μή τις αὐτὸ χειρουργίᾳ προςαγαγὼν 
ἁρμόσηται, οὕτως οὐδὲ ἐν τοῖς τρυπήμασιν, ἐὰν 
μή τις αὐτὸ χειρουργίᾳ προσαγαγὼν ἁρμόσηται. ὅτι δ᾽ οὐδὲν
τῶν ὀργάνων αὐτὸ ἁρμόττεται ἀλλὰ αἴσθησίς ἐστιν 
τούτου κυρία, δῆλον ὅτι οὐδὲ λόγου δεῖται, φανερὸν

ἡρμοσμένου 
ὄργανον 
ἀναγωγῆς
αὐλοὺς 
μέλος 
εὐθὺς 
αἰσθήσεως 
μουσικήν
τρυπήματα 
χορδὰς 
χειρουργίᾳ 
προςαγαγὼν



#51
γάρ. θαυμαστὸν δ᾽ εἰ μηδ᾽ εἰς τὰ τοιαῦτα βλέποντες ἀφίστανται
τῆς τοιαύτης ὑπολήψεως ὁρῶντες ὅτι κινοῦνται 
οἱ αὐλοὶ καὶ οὐδέποθ᾽ ὡσαύτως ἔχουσιν ἀλλ᾽ ἕκαστα τῶν 
αὐλουμένων μεταβάλλει _κατ_ὰ τὰς αἰτίας ἀφ᾽ ὧν αὐλεῖται
σχεδὸν δὴ φανερόν, ὅτι δι᾽ οὐδεμίαν αἰτίαν εἰς τοὺς αὐλοὺς 
ἀνακτέον τὸ μέλος, οὔτε γὰρ βεβαιώσει τὴν τοῦ ἡρμοσμένου
τάξιν τὸ εἰρημένον ὄργανον οὔτ᾽, εἰ τις ᾠήθη δεῖν 
εἰς ὄργανόν τι ποιεῖσθαι τὴν ἀναγωγήν, εἰς τοὺς αὐλοὺς 
ἦν ποιητέον, ἐπειδὴ μάλιστα πλανᾶται καὶ κατὰ τὴν αὐλοποιΐαν
καὶ κατὰ τὴν χειρουργίαν καὶ κατὰ τὴν ἰδίαν φύσιν
μὲν οὖν προδιέλθοι τις ἂν περὶ τῆς ἁρμονικῆς καλουμένης
πραγματείας σχεδόν ἐστι ταῦτα· μέλλοντας δ᾽ ἐπιχειρεῖν
τῇ περὶ τὰ στοιχεῖα πραγματείᾳ δεῖ προδιανοηθῆναι 
τὰ τοιάδε· ὅτι οὐκ ἐνδέχεται καλῶς αὐτὴν διεξελθεῖν μὴ 
προϋπαρξάντων τριῶν τῶν ῥηθησομένων· πρῶτον μὲν αὐτῶν
τῶν φαινομένων καλῶς ληφθέντων, ἔπειτα διορισθέντων 
ἐν αὐτοῖς τῶν τε προτέρων καὶ τῶν ὑστέρων ὀρθῶς, τρίτον 
δὲ τοῦ συμβαίνοντός τε καὶ ὁμολογουμένου κατὰ τρόπον 
συνοφθέντος. ἐπεὶ δὲ πάσης ἐπιστήμης, τις ἐκ προβλημάτων
πλειόνων συνέστηκεν, ἀρχὰς προσῆκόν ἐστι 
λαβεῖν ἐξ ὧν δειχθήσεται τὰ μετὰ ἀρχάς, ἀναγκαῖον ἂν 
εἴη λαμβάνειν προσέχοντας δύο τοῖσδε· πρῶτον μὲν ὅπως 
ἀληθές τε καὶ φαινόμενον ἕκαστον ἔσται τῶν ἀρχοειδῶν

κινοῦνται 
αὐλοὶ 
αὐλουμένων 
μεταβάλλει
αὐλεῖται
μέλος
ἡρμοσμένου 
τάξιν 
εἰρημένον
ὄργανον 
ἀναγωγήν
αὐλοποιΐαν
χειρουργίαν 
ἁρμονικῆς 
στοιχεῖα
πραγματείᾳ 
ἀρχοειδῶν