Σελίδες

Δευτέρα 12 Δεκεμβρίου 2011

Aristoxenos




γένος· πέμπτη δὲ καθ᾽ ἣν διαφέρει τὰ ῥητὰ τῶν ἀλόγων.
τὰς δὲ λοιπὰς τῶν διαιρέσεων ὡς οὐ χρησίμους οὔσας εἰς
ταύτην τὴν πραγματείαν ἀφετέον τὰ νῦν. σύστημα δὲ συστήματος
 ταύταις τε διοίσει ταῖς _αὐταῖ_ς διαφοραῖς πλὴν
μιᾶς· μεγέθει τε δῆλον ὡς διαφέρει συστήματος σύστημα τῷ
τε συμφώνους ἢ διαφώνους εἶναι τοὺς ὁρίζοντας φθόγγους
τὸ μέγεθος. τὴν μέντοι τρίτην τῶν ῥηθεισῶν ἐπὶ τῶν τοῦ
διαστήματος διαφορῶν ἀδύνατον ὑπάρξαι συστήματι πρὸς
σύστημα, δῆλον γὰρ ὡς οὐκ ἐνδέχεται τὰ μὲν σύνθετα τὰ
δ᾽ ἀσύνθετα εἶναι τῶν συστημάτων τοῦτόν γε τὸν τρόπον
ὅνπερ τῶν διαστημάτων τὰ μὲν ἦν σύνθετα τὰ δ᾽ ἀσύνθετα.
τὴν δὲ τετάρτην - αὕτη δ᾽ ἦν ἡ κατὰ γένος - ἀναγκαῖον
καὶ τοῖς συστήμασιν ὑπάρχειν, τὰ μὲν γὰρ αὐτῶν ἐστὶ
διάτονα τὰ δὲ χρωματικὰ τὰ δὲ ἐναρμόνια. δῆλον δ᾽ ὅτι
καὶ _τὴν_ πέμπτην, τὰ μὲν γὰρ αὐτῶν ἀλόγῳ διαστήματι
 ὥρισται τὰ δὲ ῥητῷ. πρὸς δὲ ταύταις τρεῖς ἑτέρας
προσθετέον διαιρέσεις· τήν τ᾽ εἰς συναφὴν καὶ διάζευξιν καὶ
τὸ συναμφότερον μερίζουσαν· τὸ σύστημα γὰρ ἀπό τινος


γένος*
ρητόν-άλογον*
διαιρέσεων
σύστημα*
διαφοραῖς
μεγέθει
συμφωνία*
διαφωνία*
φθόγγους
διαστήματος
σύνθετος*
ασύνθετα*
διατονικό*
χρωματικό*
εναρμόνιο*
άλογον*
συναφή*
διάζευξις*


 
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


μεγέθους ἀρξάμενον ἢ συνημμένον ἢ διεζευγμένον ἢ μικτὸν
ἐξ ἀμφοτέρων - καὶ δείκνυται τοῦτο γιγνόμενον ἐν ἐνίοις - ·
ἔπειτα τήν τ᾽ εἰς ὑπερβατὸν καὶ συνεχὲς μερίζουσαν, πᾶν
γὰρ σύστημα ἤτοι συνεχὲς ἢ ὑπερβατόν ἐστι· τήν τ᾽ εἰς
ἁπλοῦν καὶ διπλοῦν καὶ πολλαπλοῦν διαίρεσιν, πᾶν γὰρ
τὸ λαμβανόμενον σύστημα ἤτοι ἁπλοῦν ἢ διπλοῦν ἢ πολλαπλοῦν
 ἐστίν. τί δ᾽ ἐστὶ τούτων ἕκαστον ἐν τοῖς ἔπειτα
δειχθήσεται.
Τούτων δ᾽ οὕτως ἀφωρισμένων τε καὶ προδιῃρημένων
περὶ μέλους ἂν εἴη ἡμῖν πειρατέον ὑποτυπῶσαι τί ποτ᾽ ἐστὶν
 ἡ φύσις αὐτοῦ. ὅτι μὲν οὖν διαστηματικὴν ἐν αὐτῷ
δεῖ τὴν τῆς φωνῆς κίνησιν εἶναι προείρηται, ὥστε τοῦ γε
λογώδους κεχώρισται ταύτῃ τὸ μουσικὸν μέλος· λέγεται γὰρ
δὴ καὶ λογῶδές τι μέλος, τὸ συγκείμενον ἐκ τῶν προσῳδιῶν
τῶν ἐν τοῖς ὀνόμασιν· φυσικὸν γὰρ τὸ ἐπιτείνειν καὶ ἀνιέναι
ἐν τῷ διαλέγεσθαι. ἐπεὶ δ᾽ οὐ μόνον ἐκ διαστημάτων τε
καὶ φθόγγων συνεστάναι δεῖ τὸ ἡρμοσμένον μέλος, ἀλλὰ
προσδεῖται συνθέσεώς τινος ποιᾶς καὶ οὐ τῆς τυχούσης -
δῆλον γὰρ ὡς τό γ᾽ ἐκ διαστημάτων τε καὶ φθόγγων
συνεστάναι κοινόν ἐστιν, ὑπάρχει γὰρ καὶ τῷ ἀναρμόστῳ - ,
ὥστ᾽ ἐπειδὴ τοῦθ᾽ οὕτως ἔχει, τὸ μέγιστον μέρος καὶ πλείστην
 ἔχον ῥοπὴν εἰς τὴν ὀρθῶς γιγνομένην σύστασιν τοῦ
μέλους _τ_ὸ περὶ τὴν σύνθεσίν που καὶ τὴν ταύτης ἰδιότητα


μεγέθους
συνημμένον
διεζευγμένον
μικτός*
υπερβατόν*
συνεχὲς
σύστημα*
απλούν*
διπλούν*
πολλαπλοῦν
διαίρεσιν
μέλους
διαστηματικὴν
φωνῆς
κίνησιν
λογώδους
μουσικὸν
μέλος
λογῶδές
μέλος
ὀνόμασιν
ἐπιτείνειν
ἀνιέναι
διαστημάτων
φθόγγων
ἡρμοσμένον
μέλος
συνθέσεώς
διαστημάτων
φθόγγων
μέλους
σύνθεσις*
προσωδία*
ανάρμοστος*


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


ὑποληπτέον εἶναι. σχεδὸν δὴ φανερόν, ὅτι τοῦ μὲν ἐπὶ τῆς
λέξεως γιγνομένου μέλους τῷ διαστηματικῇ χρῆσθαι τῇ
τῆς φωνῆς κινήσει διοίσει τὸ μουσικὸν μέλος, τοῦ δ᾽ ἀναρμόστου
 καὶ διημαρτημένου τῇ τῆς συνθέσεως διαφορᾷ τῆς
τῶν ἀσυνθέτων διαστημάτων. περὶ ἧς ἐν τοῖς ἔπειτα
δειχθήσεται τίς ἐστιν αὐτῆς ὁ τρόπος, πλὴν ἐπὶ τοσοῦτόν
γ᾽ εἰρήσθω καθόλου καὶ νῦν, ὅτι πολλὰς ἔχοντος διαφορὰς
τοῦ ἡρμοσμένου κατὰ τὴν τῶν διαστημάτων σύνθεσιν, ὅμως
ἔστι τι τοιοῦτον ὃ κατὰ παντὸς ἡρμοσμένου ῥηθήσεται ἕν
τε καὶ ταὐτόν, τοιαύτην ἔχον δύναμιν οἵαν αὐτὴν ἀναιρουμένην
 ἀναιρεῖν τὸ ἡρμοσμένον. ἁπλοῦν δ᾽ ἔσται προϊούσης
 τῆς πραγματείας. τὸ μὲν οὖν μουσικὸν μέλος ἀπὸ
τῶν ἄλλων οὕτως ἀφωρίσθω. ὑποληπτέον δὲ τὸν εἰρημένον
ἀφορισμὸν τύπῳ εἰρῆσθαι οὕτως ὡς μηδέπω τῶν καθ᾽ ἕκαστα
 τεθεωρημένων.
Ἐχόμενον δ᾽ ἂν εἴη τῶν εἰρημένων τὸ καθόλου λεγόμενον
 μέλος διελεῖν εἰς ὅσα φαίνεται γένη διαιρεῖσθαι. φαίνεται
δ᾽ εἰς τρία· πᾶν γὰρ τὸ λαμβανόμενον μέλος τῶν εἰς τὸ
ἡρμοσμένον ἤτοι διάτονόν ἐστιν ἢ χρωματικὸν ἢ ἐναρμόνιον.
πρῶτον μὲν οὖν καὶ πρεσβύτατον αὐτῶν θετέον τὸ διάτονον,


μέλους
διαστηματικῇ
φωνῆς
κινήσει
μουσικὸν
ἀναρμόστου
συνθέσεως
διαφορᾷ
ἀσυνθέτων
διαστημάτων
τρόπος*
ἡρμοσμένου
δύναμις*
εἰρημένον
διάτονον*
χρωματικόν*
εναρμόνιον*

Κυριακή 11 Δεκεμβρίου 2011

Aristoxenos



Τούτων δ᾽ ὄντωων γνωρίμων ἐχόμενον ἂν εἴη διελθεῖν
περὶ τῆς τοῦ βαρέος τε καὶ ὀξέος διατάσεως, πότερον ἄπειρος
 ἐφ᾽ ἑκάτερά ἐστιν ἢ πεπερασμένη. ὅτι μὲν οὖν εἴς γε
τὴν φωνὴν τιθεμένη οὐκ ἔστιν ἄπειρος, οὐ χαλεπὸν συνιδεῖν.
 ἁπάσης γὰρ φωνῆς ὀργανικῆς τε καὶ ἀνθρωπικῆς
ὡρισμένος ἐστί τις τόπος ὃν διεξέρχεται μελῳδοῦσα ὅ τε
μέγιστος καὶ ὁ ἐλάχιστος. οὔτε γὰρ ἐπὶ τὸ μέγα δύναται
ἡ φωνὴ εἰς ἄπειρον αὔξειν τὴν τοῦ βαρέος τε καὶ ὀξέος
διάτασιν οὔτ᾽ ἐπὶ τὸ μικρὸν συνάγειν, ἀλλ᾽ ἵσταταί ποτε
ἐφ᾽ ἑκάτερα. διοριστέον οὖν ἑκάτερον αὐτῶν πρὸς δύο
ποιουμένους τὴν ἀναφοράν, πρός τε τὸ φθεγγόμενον καὶ τὸ
κρῖνον· ταῦτα δ᾽ ἐστὶν ἥ τε φωνὴ καὶ ἡ ἀκοή. ὃ γὰρ
ἀδυνατοῦσιν αὗται ἡ μὲν ποιεῖν ἡ δὲ κρίνειν, τοῦτ᾽ ἔξω θετέον
τῆς τε χρησίμου καὶ δυνατῆς ἐν φωνῇ γενέσθαι διατάσεως.
ἐπὶ μὲν οὖν τὸ μικρὸν ἅμα πως ἐοίκασιν ἥ τε φωνὴ καὶ ἡ
αἴσθησις ἐξαδυνατεῖν· οὔτε γὰρ ἡ φωνὴ διέσεως τῆς ἐλα-
χίστης
ἔλαττον ἔτι διάστημα δύναται διασαφεῖν οὐδ᾽ ἡ ἀκοὴ
διαισθάνεσθαι ὥστε καὶ ξυνιέναι τί μέρος ἐστὶ εἴτε διέσεως


βαρέος
ὀξέος
διατάσεως
φωνὴν
ὀργανικῆς
ἀνθρωπικῆς
τόπος
μελῳδοῦσα
μέγιστος
ἐλάχιστος
φθεγγόμενον
ακοή*
δίεσις*
ἐλαχίστης
ἔλαττον
διάστημα


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


εἴτ᾽ ἄλλου τινὸς τῶν γνωρίμων διαστημάτων. ἐπὶ δὲ
τὸ μέγα τάχ᾽ ἂν δόξειεν ὑπερτείνειν ἡ ἀκοὴ τὴν φωνήν, οὐ
μέντοι γε πολλῷ τινι. ἀλλ᾽ οὖν εἴτ᾽ ἐπ᾽ ἀμφότερα δεῖ
ταὐτὸ λαμβάνειν πέρας τῆς διατάσεως, εἴς τε τὴν φωνὴν
 καὶ τὴν ἀκοὴν βλέποντας, εἴτ᾽ ἐπὶ μὲν τὸ ἐλάχιστον
ταὐτὸν ἐπὶ δὲ τὸ μέγιστον ἕτερον· ἔσται τι μέγιστον καὶ
ἐλάχιστον μέγεθος τῆς διατάσεως ἤτοι κοινὸν τοῦ
φθεγγομένου καὶ τοῦ κρίνοντος ἢ ἴδιον ἑκατέρου. ὅτι μὲν οὖν
εἴς τε τὴν φωνὴν καὶ τὴν ἀκοὴν τεθεῖσα ἡ τοῦ βαρέος τε
καὶ ὀξέος διάτασις οὐκ εἰς ἄπειρον ἐφ᾽ ἑκάτερα κινηθήσεται,
σχεδὸν δῆλον. εἰ δ᾽ αὐτὴ καθ᾽ αὑτὴν νοηθείη ἡ τοῦ μέλους
σύστασις, τὴν αὔξησιν εἰς ἄπειρον γίγνεσθαι συμβήσεται.
τάχ᾽ ἂν ἄλλος εἴη περὶ τούτων λόγος, οὐκ ἀναγκαῖος εἰς τὸ
παρόν, διόπερ ἐν τοῖς ἔπειτα τοῦτ᾽ ἐπισκέψασθαι πειρατέον.
Τούτου δ᾽ ὄντος γνωρίμου λεκτέον περὶ φθόγγου τί
ποτ᾽ ἐστί. συντόμως μὲν οὖν εἰπεῖν φωνῆς πτῶσις ἐπὶ μίαν
τάσιν ὁ φθόγγος ἐστί· τότε γὰρ φαίνεται φθόγγος εἶναι
τοιοῦτος οἷος εἰς μέλος τάττεσθαι ἡρμοσμένον _τ_ὸ
ἑστάναι ἐπὶ μιᾶς τάσεως. ὁ μὲν οὖν φθόγγος τοιοῦτος ἐστίν·
διάστημα δ᾽ ἐστὶ τὸ ὑπὸ δύο φθόγγων ὡρισμένον μὴ τὴν


διαστημάτων
ἀκοὴ
φωνήν
πέρας
διατάσεως,
ἐλάχιστον
μέγιστον
μέγεθος
διατάσεως
φθεγγομένου
φωνὴν
ἀκοὴν
βαρέος
ὀξέος
διάτασις
κινηθήσεται,
μέλους
σύστασις
φθόγγου
πτῶσις
τάσιν
ἡρμοσμένον (άρμοσις*)
διάστημα


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


αὐτὴν τάσιν ἐχόντων. φαίνεται γάρ, ὡς τύπῳ εἰπεῖν, διαφορά
 τις εἶναι τάσεων τὸ διάστημα καὶ τόπος δεκτικὸς
φθόγγων ὀξυτέρων μὲν τῆς βαρυτέρας τῶν ὁριζουσῶν τὸ
διάστημα τάσεων, βαρυτέρων δὲ τῆς ὀξυτέρας· διαφορὰ δὲ
ἐστὶ τάσεων τὸ μᾶλλον ἢ ἧττον τετάσθαι. περὶ μὲν οὖν
διαστήματος οὕτως ἄν τις ἀφορίσειε· τὸ δὲ σύστημα σύνθετόν
 τι νοητέον ἐκ πλειόνων ἢ ἑνὸς διαστημάτων. δεῖ
δ᾽ ἕκαστον τούτων εὖ πως ἐκλαμβάνειν πειρᾶσθαι τὸν ἀκούοντα
 μὴ παρατηροῦντα τὸν ἀποδιδόμενον λόγον ἑκάστου
αὐτῶν εἴτ᾽ ἐστὶν ἀκριβὴς εἴτε καὶ τυπωδέστερος, ἀλλ᾽ αὐτὸν
συμπροθυμούμενον κατανοῆσαι καὶ τότε οἰόμενον ἱκανῶς
εἰρῆσθαι πρὸς τὸ καταμαθεῖν, ὅταν ἐμβιβάσαι οἷός τε γένηται
 ὁ λόγος εἰς τὸ ξυνιέναι τὸ λεγόμενον. χαλεπὸν γὰρ ὑπὲρ
πάντων μὲν ἴσως τῶν ἐν ἀρχῇ λόγον ἀνεπίληπτόν τε καὶ
διηκριβωμένην ἑρμηνείαν ἔχοντα ῥηθῆναι, οὐχ ἥκιστα δὲ περὶ
τριῶν τούτων, φθόγγου τε καὶ διαστήματος καὶ συστήματος.
Τούτων δ᾽ οὕτως ὡρισμένων πρῶτον μὲν τὸ διάστημα
πειρατέον διελεῖν εἰς ὅσας πέφυκε διαιρέσεις διαιρεῖσθαι
χρησίμους, ἔπειτα τὸ σύστημα. πρώτη μὲν οὖν ἐστὶ
διαστημάτων διαίρεσις καθ᾽ ἣν μεγέθει ἀλλήλων διαφέρει·
δευτέρα δὲ καθ᾽ ἣν τὰ σύμφωνα τῶν διαφώνων· τρίτη δὲ
καθ᾽ ἣν τὰ σύνθετα τῶν ἀσυνθέτων· τετάρτη δ᾽ ἡ κατὰ

διαφορά
τάσεων
διάστημα
τόπος
φθόγγων
ὀξυτέρων
βαρυτέρας
διαστήματος
σύστημα
σύνθετόν
διαιρέσεις
σύμφωνα
διαφώνων
ἀσυνθέτων