#46
Ἃ δέ τινες ποιοῦνται τέλη τῆς ἁρμονικῆς καλουμένης
πραγματείας οἱ μὲν τὸ παρασημαίνεσθαι τὰ μέλη φάσκοντες
πέρας εἶναι τοῦ ξυνιέναι τῶν μελῳδουμένων ἕκαστον, οἱ δὲ
τὴν περὶ τοὺς αὐλοὺς θεωρίαν καὶ τὸ ἔχειν εἰπεῖν τίνα
τρόπον ἕκαστα τῶν αὐλομένων καὶ πόθεν γίγνεται· τὸ
δὴ ταῦτα λέγειν παντελῶς ἐστιν ὅλου τινὸς διημαρτηκότος.
οὐ γὰρ ὅτι πέρας τῆς ἁρμονικῆς ἐπιστήμης ἐστὶν ἡ
παρασημαντική, ἀλλ᾽ οὐδὲ μέρος οὐδέν, εἰ μὴ καὶ τῆς
μετρικῆς τὸ γράψασθαι τῶν μέτρων ἕκαστον· εἰ δ᾽ ὥσπερ
ἐπὶ τούτων οὐκ ἀναγκαῖόν ἐστι τὸν δυνάμενον γράψασθαι
τὸ ἰαμβικὸν μέτρον καὶ ἄριστά γε εἰδέναι τί ἐστι τὸ
ἰαμβικόν_, οὕτως ἔχει καὶ ἐπὶ τῶν μελῳδουμένων - οὐ
γὰρ ἀναγκαῖόν ἐστι τὸν γραψάμενον τὸ φρύγιον μέλος καὶ
ἄριστά γε εἰδέναι τί ἐστι τὸ φρύγιον μέλος - , δῆλον ὅτι
οὐκ ἂν εἴη τῆς εἰρημένης ἐπιστήμης πέρας ἡ παρασημαντική..
ὅτι δ᾽ ἀληθῆ τὰ λεγόμενά ἐστιν καὶ ἀναγκαῖον τῷ
παρασημαινομένῳ μόνον τὰ μεγέθη τῶν διαστημάτων
διαισθάνεσθαι, φανερὸν γένοιτ᾽ ἂν ἐπισκοπουμένοις. ὁ γὰρ
τιθέμενος σημεῖα τῶν διαστημάτων οὐ καθ᾽ ἑκάστην τῶν
ἐνυπαρχουσῶν αὐτοῖς διαφορῶν ἴδιον τίθεται σημεῖον, οἷον εἰ
ἁρμονικῆς
παρασημαίνεσθαι
μέλη
μελῳδουμένων
αὐλοὺς
αὐλομένων
ἁρμονικῆς
μετρικῆς
ἰαμβικὸν
μέτρον
φρύγιον
εἰρημένης
παρασημαντική
παρασημαινομένῳ
μεγέθη
διαστημάτων
σημεῖα
#47
τοῦ διὰ τεσσάρων τυγχάνουσιν αἱ διαιρέσεις οὖσαι πλείους
ἃς ποιοῦσιν αἱ τῶν γενῶν διαφοραί, ἢ σχήματα
πλείονα ἃ ποιεῖ ἡ τῆς τῶν ἀσυνθέτων διαστημάτων
τάξεως ἀλλοίωσις· τὸν αὐτὸν δὲ λόγον καὶ περὶ τῶν
δυνάμεων ἐροῦμεν ἃς αἱ τῶν τετραχόρδων φύσεις ποιοῦσι,
τὸ γὰρ ὑπερβολαίας νήτης καὶ νήτης καὶ τὸ μέσης καὶ
ὑπάτης τῷ αὐτῷ γράφεται σημείῳ, τὰς δὲ τῶν δυνάμεων
διαφορὰς οὐ διορίζει τὰ σημεῖα ὥστε μέχρι τῶν μεγε-
θῶν αὐτῶν κεῖσθαι, πορρωτέρω δὲ μηδέν. ὅτι δ᾽ οὐδέν
ἐστι μέρος τῆς συμπάσης ξυνέσεως τὸ διαισθάνεσθαι τῶν
μεγεθῶν αὐτῶν, ἐλέχθη μέν πως καὶ ἐν ἀρχῇ, ῥάδιον δὲ
καὶ ἐκ τῶν ῥηθησομένων συνιδεῖν· οὔτε γὰρ τὰς τῶν τε-
τραχόρδων οὔτε τὰς τῶν φθόγγων δυνάμεις οὔτε τὰς τῶν
γενῶν διαφορὰς οὔτε, ἁπλῶς εἰπεῖν, τὰς τῶν συνθέτων καὶ
τὰς τῶν ἀσυνθέτων διαφορὰς οὔτε τὸ ἁπλοῦν καὶ μετα-
βολὴν ἔχον οὔτε τοὺς τῶν μελοποιϊῶν τρόπους οὔτ᾽ ἄλλο
οὐδέν, ὡσαύτως εἰπεῖν, δι᾽ αὐτῶν τῶν μεγεθῶν γίγνεται
γνώριμον. εἰ μὲν οὖν δι᾽ ἄγνοιαν τὴν ὑπόληψιν ταύτην
διὰ τεσσάρων
διαιρέσεις
γενῶν
σχήματα
ἀσυνθέτων
διαστημάτων
δυνάμεων
τετραχόρδων
ὑπερβολαίας
νήτης
μέσης
ὑπάτης
σημείῳ
#48
ἐσχήκασιν οἱ καλούμενοι ἁρμονικοί, τὸ μὲν ἦθος οὐκ ἂν
εἶεν ἄτοποι, τὴν δ᾽ ἄγνοιαν ἰσχυράν τινα καὶ μεγάλην εἶναι
παρ᾽ αὐτοῖς ἀναγκαῖον· εἰ δὲ συνορῶντες, ὅτι οὐκ ἔστι τὸ
παρασημαίνεσθαι πέρας τῆς εἰρημένης ἐπιστήμης, χαριζό-
μενοι δὲ τοῖς ἰδιώταις καὶ πειρώμενοι ἀποδιδόναι ὀφθαλ-
μοειδές τι ἔργον ταύτην ἐκτεθείκασι τὴν ὑπόληψιν, μεγά-
λην ἂν αὖθις αὐτῶν ἀτοπίαν τοῦ τρόπου καταγνοίην·
πρῶτον μέν, ὅτι κριτὴν οἴονται δεῖν κατασκευάζειν τῶν
ἐπιστημῶν τὸν ἰδιώτην - ἄτοπος γὰρ ἂν εἴη τὸ αὐτὸ
μανθάνων τε καὶ κρίνων ὁ αὐτός - , ἔπειθ᾽ ὅτι πέρας τοῦ
ξυνιέναι τιθέντες φανερόν τι ἔργον ὡς οἴονται ἀνάπαλιν
τιθέασιν· παντὸς γὰρ ὀφθαλμοφανοῦς ἔργου πέρας ἐστὶν
ἡ ξύνεσις. τὸ γὰρ ἐπιστατοῦν πᾶσι καὶ κρῖνον τοῦτ᾽ ἔστι·
ἢ τὰς χεῖρας ἢ τὴν φωνὴν ἢ τὸ στόμα ἢ τὸ πνεῦμα εἴ
τις οἴεται πολύ τι διαφέρειν τῶν ἀψύχων ὀργάνων οὐκ
ὀρθῶς διανοεῖται· εἰ δὲ τὴν ψυχήν που καταδεδυκός ἐστιν
ἡ ξύνεσις καὶ μὴ πρόχειρον μηδὲ τοῖς πολλοῖς φανερόν,
καθάπερ αἵ τε χειρουργίαι καὶ τὰ λοιπὰ τῶν τοιούτων,
ἁρμονικοί
ἦθος
συνορῶντες
παρασημαίνεσθαι
πέρας
εἰρημένης
ἀνάπαλιν
φωνὴν
χειρουργία*
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου