#43
φθόγγων συνεστηκότα. οὐδέτερον γὰρ τῶν τρόπων τεθεώρηται
τὸ μέρος τοῦτο ὑπὸ τῶν ἔμπροσθεν· οὔτε γὰρ εἰ
πάντα τρόπον ἐκ τῶν διαστημάτων συντίθεται τὰ συστήματα
καὶ μηδεμία τῶν συνθέσεων παρὰ φύσιν ἐστὶν ἐπισκέψεως
τετύχηκεν, οὔθ᾽ αἱ διαφοραὶ πᾶσαι τῶν συστημάτων
ὑπ᾽ οὐδενὸς ἐξηρίθμηνται. περὶ μὲν γὰρ ἐμμελοῦς ἢ ἐκμελοῦς
ἁπλῶς οὐδένα λόγον πεποίηνται οἱ πρὸ ἡμῶν, τῶν δὲ
συστημάτων τὰς διαφορὰς οἱ μὲν ὅλως οὐκ ἐπεχείρουν ἐξαριθμεῖν
- ἀλλὰ περὶ αὐτῶν μόνον τῶν ἑπτὰ ὀκταχόρδων
ἃ ἐκάλουν ἁρμονίας τὴν ἐπίσκεψιν ἐποιοῦντο - , οἱ δ᾽ ἐπιχειρήσαντες
οὐδένα τρόπον ἐξηριθμοῦντο, καθάπερ οἱ περὶ
Πυθαγόραν τὸν Ζακύνθιον καὶ Ἀγήνορα τὸν Μυτιληναῖον.
ἔστι δὲ τοιαύτη τις ἡ περὶ τὸ ἐμμελές τε καὶ ἐκμελὲς τάξις
οἵα καὶ ἡ περὶ τὴν τῶν γραμμάτων σύνθεσιν ἐν τῷ διαλέγεσθαι
· οὐ γὰρ πάντα τρόπον ἐκ τῶν αὐτῶν γραμμάτων
συντιθεμένη ξυλλαβὴ γίγνεται, ἀλλὰ πὼς μέν, πὼς δ᾽ οὔ.
Πέμπτον δ᾽ ἐστὶ τῶν μερῶν τὸ περὶ τοὺς τόνους ἐφ᾽ ὧν
τιθέμενα τὰ συστήματα μελῳδεῖται. περὶ ὧν οὐδεὶς οὐδὲν
εἴρηκεν, οὔτε τίνα τρόπον ληπτέον οὔτε πρὸς τί βλέποντας
τὸν ἀριθμὸν αὐτῶν ἀποδοτέον ἐστίν. ἀλλὰ παντελῶς ἔοικε
τῇ τῶν ἡμερῶν ἀγωγῇ τῶν ἁρμονικῶν ἡ περὶ τῶν τόνων
ἀπόδοσις, οἷον ὅταν Κορίνθιοι μὲν δεκάτην ἄγωσιν
φθόγγων
τρόπον
συστήματα
συνθέσεων
ἐμμελοῦς
ἐκμελοῦς
ὀκταχόρδων
ἁρμονίας
Πυθαγόρας ο Ζακύνθιος*
Αγήνωρ*
τόνους
μελῳδεῖται
ἀγωγῇ
ἁρμονικῶν
#44
Ἀθηναῖοι δὲ πέμπτην ἕτεροι δέ τινες ὀγδόην. οὕτω γὰρ
οἱ μὲν τῶν ἁρμονικῶν λέγουσι βαρύτατον μὲν τὸν ὑποδώριον
τῶν τόνων, ἡμιτονίῳ δὲ ὀξύτερον τούτου τὸν μιξολύδιον,
τούτου δ᾽ ἡμιτονίῳ τὸν δώριον, τοῦ δὲ δωρίου
τόνῳ τὸν φρύγιον, ὡσαύτως δὲ καὶ τοῦ φρυγίου τὸν λύδιον
ἑτέρῳ τόνῳ· ἕτεροι δὲ πρὸς τοῖς εἰρημένοις τὸν ὑποφρύγιον
αὐλὸν προστιθέασιν ἐπὶ τὸ βαρύ, οἱ δὲ αὖ πρὸς
τὴν τῶν αὐλῶν τρύπησιν βλέποντες τρεῖς μὲν τοὺς βαρυτάτους
τρισὶ διέσεσιν ἀπ᾽ ἀλλήλων χωρίζουσιν, τόν τε
ὑποφρύγιον καὶ τὸν ὑποδώριον καὶ τὸν δώριον, τὸν δὲ
φρύγιον ἀπὸ τοῦ δωρίου τόνῳ, τὸν δὲ λύδιον ἀπὸ τοῦ
φρυγίου πάλιν τρεῖς διέσεις ἀφιστᾶσιν, ὡσαύτως δὲ καὶ τὸν
μιξολύδιον τοῦ λυδίου. τί δ᾽ ἐστὶ πρὸς ὃ βλέποντες οὕτω
ποιεῖσθαι τὴν διάστασιν τῶν τόνων προτεθύμηνται, οὐδὲν
εἰρήκασιν. ὅτι δέ ἐστιν ἡ καταπύκνωσις ἐκμελὴς καὶ πάντα
τρόπον ἄχρηστος, φανερὸν ἐπ᾽ αὐτῆς ἔσται τῆς πραγματείας.
Ἐπεὶ δὲ τῶν μελῳδουμένων ἐστὶ τὰ μὲν ἁπλᾶ τὰ δὲ
μετάβολα, περὶ μεταβολῆς ἂν εἴη λεκτέον, πρῶτον μὲν
αὐτὸ τί ποτ᾽ ἐστὶν ἡ μεταβολὴ καὶ πῶς γιγνόμενον - λέγω
δ᾽ οἷον πάθους τινὸς συμβαίνοντος ἐν τῇ τῆς μελῳδίας
ἁρμονικῶν
βαρύτατον
υποδώριος*
τόνων
ἡμιτονίῳ
ὀξύτερον
μιξολύδιος*
δώριος*
φρύγιος*
λύδιος*
εἰρημένοις
υποφρύγιος*
αυλός*
τρύπησιν
διέσεσιν
υποδώριος*
τόνων
καταπύκνωσις
ἐκμελὴς
μελῳδουμένων
ἁπλᾶ
μετάβολα
πάθους
μελῳδίας

#45
τάξει - , ἔπειτα πόσαι εἰσὶν αἱ πᾶσαι μεταβολαὶ καὶ κατὰ
πόσα διαστήματα. περὶ γὰρ τούτων οὐδεὶς οὐδενὸς εἴρηται
λόγος οὔτ᾽ ἀποδεικτικὸς οὔτ᾽ ἀναπόδεικτος.
Τελευταῖον δὲ τὸ περὶ αὐτῆς τῆς μελοποιΐας εἰπεῖν.
ἐπεὶ γὰρ ἐν τοῖς αὐτοῖς φθόγγοις ἀδιαφόροις οὖσι τὸ
καθ᾽ αὑτοὺς πολλαί τε καὶ παντοδαπαὶ μορφαὶ μελῶν γίγνονται,
δῆλον ὅτι παρὰ τὴν χρῆσιν τοῦτο γένοιτ᾽ ἄν.
καλοῦμεν δὲ τοῦτο μελοποιΐαν. ἡ μὲν οὖν περὶ τὸ ἡρμοσμένον
πραγματεία διὰ τῶν εἰρημένων μερῶν πορευθεῖσα
τοιοῦτον λήψεται τέλος.
Ὅτι δ᾽ ἐστὶ τὸ ξυνιέναι τῶν μελῳδουμένων τῇ τε
ἀκοῇ καὶ τῇ διανοίᾳ κατὰ πᾶσαν διαφορὰν τοῖς γιγνομένοις
παρακολουθεῖν δῆλον· ἐν γενέσει γὰρ δὴ τὸ μέλος, καθάπερ
καὶ τὰ λοιπὰ μέρη τῆς μουσικῆς. ἐκ δύο γὰρ δὴ
τούτων ἡ τῆς μουσικῆς ξύνεσίς ἐστιν, αἰσθήσεώς τε καὶ
μνήμης· αἰσθάνεσθαι μὲν γὰρ δεῖ τὸ γιγνόμενον, μνημονεύειν
δὲ τὸ γεγονός. κατ᾽ ἄλλον δὲ τρόπον οὐκ ἔστι τοῖς
ἐν τῇ μουσικῇ παρακολουθεῖν.
μεταβολαὶ
διαστήματα
μελοποιΐας
φθόγγοις
μελῶν
ἡρμοσμένον
εἰρημένων
ἀκοῇ
διανοίᾳ
μουσικῆς
αἰσθήσεώς
μνήμης
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου