Σελίδες

Πέμπτη 19 Ιανουαρίου 2012

Aristoxenos ((*)) (#40 - #42)


#40
ἐνδέχεται φαύλως αἰσθανόμενον εὖ λέγειν περὶ τούτων ὧν 
μηδένα τρόπον αἰσθάνεται. ἔσται δὲ τοῦτο φανερὸν ἐπ᾽ αὐτῆς
 τῆς πραγματείας. οὐ δεῖ δ᾽ ἀγνοεῖν, ὅτιτῆς μουσικῆς 
ξύνεσις ἅμα μένοντός τινος καὶ κινουμένου ἐστὶ καὶ τοῦτο 
σχεδὸν διὰ πάσης καὶ κατὰ πᾶν μέρος αὐτῆς, ὡς εἰπεῖν 
ἁπλῶς, διατείνειν. εὐθέως γὰρ τὰς τῶν γενῶν διαφορὰς 
αἰσθανόμεθα τοῦ μὲν περιέχοντος μένοντος, τῶν δὲ μέσων 
κινουμένων· καὶ πάλιν ὅταν μένοντος τοῦ μεγέθους τόδε 
μὲν καλῶμεν  ὑπάτην  καὶ μέσην, τόδε δὲ παραμέσην καὶ 
νήτην, μένοντος γὰρ τοῦ μεγέθους συμβαίνει κινεῖσθαι τὰς 
τῶν φθόγγων δυνάμεις· καὶ πάλιν ὅταν τοῦ αὐτοῦ μεγέθους
 πλείω σχήματα γίγνηται, καθάπερ τοῦ τε διὰ τεσσάρων
 καὶ διὰ πέντε καὶ ἑτέρων· ὡσαύτως δὲ καὶ ὅταν 
τοῦ αὐτοῦ διαστήματος ποῦ μὲν τιθεμένου μεταβολὴ γίγνηται,
 ποῦ δὲ μή. πάλιν ἐν τοῖς περὶ τοὺς ῥυθμοὺς πολλὰ 
τοιαῦθ᾽ ὁρῶμεν γιγνόμενα· καὶ γὰρ μένοντος τοῦ λόγου
καθ᾽ ὃν διώρισται τὰ γένη, τὰ μεγέθη κινεῖται τῶν ποδῶν 
διὰ τὴν τῆς ἀγωγῆς δύναμιν, καὶ τῶν μεγεθῶν μενόντων 
ἀνόμοιοι γίγνονται οἱ πόδες· καὶ τὸ αὐτὸ μέγεθος πόδα 
τε δύναται καὶ συζυγίαν· δῆλον δ᾽ ὅτι καὶ αἱ τῶν διαιρέσεων
 τε καὶ σχημάτων διαφοραί περὶ μένον τι μέγεθος 

μουσικῆς 
κινουμένου 
γενῶν 
περιέχοντος
μένοντος
μέσων 
υπάτη*
μέσην
παραμέση*
νήτη*
φθόγγων
δυνάμεις
σχήματα 
διὰ τεσσάρων 
διὰ πέντε 
διαστήματος 
μεταβολὴ 
ῥυθμοὺς 
γένη
ποδῶν 
ἀγωγῆς
ἀνόμοιοι 
συζυγία*
διαιρέσεών



 #41
γίγνονται. καθόλου δ᾽ εἰπεῖνμὲν ῥυθμοποιΐα πολλὰς καὶ
παντοδαπὰς κινήσεις κινεῖται, οἱ δὲ πόδες οἷς σημαινόμεθα
τοὺς ῥυθμοὺς ἁπλᾶς τε καὶ τὰς αὐτὰς ἀεί. τοιαύτην δ᾽
ἐχούσης φύσιν τῆς μουσικῆς ἀναγκαῖον καὶ ἐν τοῖς περὶ τὸ
ἡρμοσμένον συνεθισθῆναι τήν τε διάνοιαν καὶ τὴν αἴσθησιν
καλῶς κρίνειν τό τε μένον καὶ τὸ κινούμενον. ἁπλῶς μὲν
οὖν εἰπεῖν τοιαύτη τίς ἐστιν ἁρμονικὴ κληθεῖσα ἐπιστήμη
 οἵαν διεληλύθαμεν· συμβέβηκε δ᾽ αὐτὴν διαιρεῖσθαι εἰς
ἑπτὰ μέρη.
Ὧν ἐστιν ἓν μὲν καὶ πρῶτον τὸ διορίσαι τὰ γένη κα
ποιῆσαι φανερόν, τίνων ποτὲ μενόντων καὶ τίνων κινουμένων
αἱ διαφοραὶ αὗται γίγνονται. τοῦτο γὰρ οὐδεὶς πώποτε
διώρισε τρόπον τινὰ εἰκότως. οὐ γὰρ ἐπραγματεύοντο περὶ
τῶν δύο γενῶν, ἀλλὰ περὶ αὐτῆς τῆς ἁρμονίας· οὐ μὴν
ἀλλ᾽ οἵ γε διατρίβοντες περὶ τὰ ὄργανα διῃσθάνοντο μὲν
ἑκάστου τῶν γενῶν, αὐτὸ μέντοι τὸ πότε ἄρχεται ἐξ
ἁρμονίας χρῶμά τι γίγνεσθαι, οὐδεὶς οὐδ᾽ ἐπέβλεψε πώποτ᾽
 αὐτῶν. οὔτε γὰρ κατὰ πᾶσαν χρόαν ἑκάστου τῶν γενῶν
διῃσθάνοντο διὰ τὸ μήτε πάσης μελοποιΐας ἔμπειροι εἶναι
μήτε συνειθίσθαι περὶ τὰς τοιαύτας διαφορὰς ἀκριβολογεῖσθαι·
 οὔτ᾽ αὐτό πως τοῦτο κατέμαθον ὅτι τόποι τινὲς ἦσαν
τῶν κινουμένων φθόγγων ἐν ταῖς τῶν γενῶν διαφοραῖς.
δι᾽ ἃς μὲν οὖν αἰτίας οὐκ ἦν διωρισμένα τὰ γένη πρότερον,

ῥυθμοποιΐα
κινήσεις
πόδες
σημαινόμεθα
ῥυθμοὺς
ἁπλᾶς
μουσικῆς
ἡρμοσμένον
διάνοιαν
αἴσθησιν
μένον
κινούμενον
ἁρμονικὴ
γένη
ὄργανα
ἁρμονίας
χρῶμά
χρόαν
μελοποιΐας
τόποι
φθόγγων


#42
σχεδόν εἰσιν αἱ εἰρημέναι· ὅτι δὲ διοριστέον εἰ μέλλομεν 
ἀκολουθεῖν ταῖς γιγνομέναις ἐν τοῖς μέλεσι διαφοραῖς, φανερόν
Πρῶτον μὲν οὖν τῶν μερῶν ἐστὶ τὸ εἰρημένον. δεύτερον 
δὲ τὸ περὶ διαστημάτων εἰπεῖν, μηδεμίαν τῶν ὑπαρχουσῶν 
αὐτοῖς διαφορῶν εἰς δύναμιν παραλιμπάνοντας. σχεδὸν δέ
ὡς ἁπλῶς εἰπεῖν, αἱ πλείους αὐτῶν εἰσὶν ἀθεώρητοι. οὐ 
δεῖ δ᾽ ἀγνοεῖν, ὅτι καθ᾽ ἣν ἂν γενώμεθα τῶν ἐκλιμπανουσῶν 
τε καὶ ἀθεωρήτων διαφορῶν, κατὰ ταύτην ἀγνοήσομεν 
τὰς ἐν τοῖς μελῳδουμένοις διαφοράς
Ἐπεὶ δ᾽ ἐστὶν οὐκ αὐτάρκη τὰ διαστήματα πρὸς τὴν τῶν 
φθόγγων διάγνωσιν - πᾶν γάρ, ὡς ἁπλῶς εἰπεῖνδιαστήματος
 μέγεθος πλειόνων τινῶν δυνάμεων κοινόν ἐστιν - , τρίτον
 ἄν τι μέρος εἴη τῆς ὅλης πραγματείας τὸ περὶ τῶν 
φθόγγων εἰπεῖν ὅσοι τ᾽ εἰσὶ καὶ τίνι γνωρίζονται καὶ πότερον
 τάσεις τινές εἰσιν, ὥσπερ οἱ πολλοὶ ὑπολαμβάνουσιν
δυνάμεις καὶ αὐτὸ τοῦτο τί ποτ᾽ ἐστὶν δύναμις. οὐδὲν 
γὰρ τῶν τοιούτων διορᾶται καθαρῶς ὑπὸ τῶν τὰ τοιαῦτα 
πραγματευομένων
Τέταρτον δ᾽ ἂν εἴη μέρος τὰ συστήματα θεωρῆσαι πόσα 
τ᾽ ἐστὶ καὶ ποῖ᾽ ἄττα καὶ πῶς ἔκ τε τῶν διαστημάτων καὶ

εἰρημέναι
μέλλομεν 
διαστημάτων 
μελῳδουμένοις 
φθόγγων
τάσεις 
δύναμις
συστήματα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου