Σελίδες

Παρασκευή 11 Νοεμβρίου 2011

Αριστόξενος


 διὰ τοὺς μετακεχειρισμένους τὴν εἰρημένην πραγματείαν.
 οὐδὲν δὲ τῶν αἰσθητῶν τοσαύτην ἔχει τάξιν οὐδὲ
τοιαύτηνἔσται δ᾽ ἡμῖν δῆλον τοῦθ᾽ οὕτως ἔχονὅταν ἐν
αὐτῇ γενώμεθα τῇ πραγματείᾳνῦν δὲ τὰ λοιπὰ τῶν μερῶν
λεκτέονἀποδειχθέντων γὰρ τῶν ἀσυνθέτων διαστημάτων
ὃν τρόπον πρὸς ἄλληλα συντίθεται περὶ τῶν συστάντων
ἐξ αὐτῶν συστημάτων λεκτέον περί τε τῶν ἄλλων καὶ τοῦ
τελείουἐξ ἐκείνων ἀποδεικνύντας πόσα τ᾽ ἐστὶ καὶ ποῖ᾽ ἄττα,
τάς τε κατὰ μέγεθος αὐτῶν ἀποδιδόντας διαφορὰς καὶ τῶν
μεγεθῶν ἑκάστου τάς τε κατὰ σχῆμα καὶ κατὰ 
σύνθεσιν_καὶ 

ἔμπροσθεν εἴπομεν οὐδεὶς ἧπταιἑνὸς δὲ συστήματος Ἐρατοκλῆς
ἐπεχείρησε καθ᾽ ἓν γένος ἐξαριθμῆσαι τὰ σχήματα τοῦ
διὰ πασῶν ἀναποδείκτως τῇ περιφορᾷ τῶν διαστημάτων
δεικνύςοὐ καταμαθὼν ὅτι μὴ προσαποδειχθέντων τῶν τε
τοῦ διὰ πέντε σχημάτων καὶ τῶν τοῦ διὰ τεσσάρων πρὸς
δὲ τούτοις καὶ τῆς συνθέσεως αὐτῶν τίς ποτ᾽ ἐστὶ καθ᾽ ἣν
ἐμμελῶς συντίθενται πολλαπλάσια τῶν ἑπτὰ συμβαίνειν
γίγνεσθαι δείκνυται· ἐτιθέμεθα δ᾽ ἐν τοῖς ἔμπροσθεν ὅτι
οὕτως ἔχειδιόπερ ταῦτα μὲν ἀφείσθωτὰ δὲ λοιπὰ λεγέσθω
τῶν τῆς πραγματείας μερῶνἐξηριθμημένων γὰρ τῶν
συστημάτων καθ᾽ ἕκαστον τῶν γενῶνκατὰ πᾶσαν
 διαφορὰν
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

τῶν συστημάτων ἕκαστον ἐν τόπῳ τινὶ τῆς φωνῆς τεθὲν
μελῳδεῖται καί, καθ᾽ αὑτὸ διαφορὰν οὐδεμίαν λαμβάνοντος
αὐτοῦ, τὸ γιγνόμενον ἐν αὐτῷ μέλος οὐ τὴν τυχοῦσαν
λαμβάνει διαφορὰν ἀλλὰ σχεδὸν τὴν μεγίστην, ἀναγκαῖον
ἂν εἴη τῷ τὴν εἰρημένην μεταχειριζομένῳ πραγματείαν
περὶ τοῦ τῆς φωνῆς τόπου καθόλου καὶ κατὰ μέρος 
εἰπεῖν ἐφ᾽ ὅσον ἐστὶ δίκαιον· ἐστὶ δ᾽ ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον
τῶν συστημάτων αὐτῶν σημαίνει φύσις. περὶ δὲ συστημάτων
 καὶ τόπων οἰκειότητος καὶ τῶν τόνων λεκτέον οὐ πρὸς
τὴν καταπύκνωσιν βλέποντας καθάπερ οἱ ἁρμονικοὶ ἀλλὰ
τὴν πρὸς ἄλληλα μελῳδίαν τῶν συστημάτων οἷς ἐπὶ τίνων
τόνων κειμένοις μελῳδεῖσθαι συμβαίνει πρὸς ἄλληλα. περὶ 
τούτου δὲ τοῦ μέρους ἐπὶ βραχὺ τῶν ἁρμονικῶν ἐνίοις
συμβέβηκεν εἰρηκέναι κατὰ τύχην, οὐ περὶ τούτου λέγουσιν ἀλλὰ
καταπυκνῶσαι βουλομένοις τὸ διάγραμμα, καθόλου δὲ
οὐδενὶ σχεδὸν ἐν τοῖς ἔμπροσθεν φανερὸν γεγένηται τοῦθ᾽ ἡμῖν.
ἔστι δ᾽ ὡς εἰπεῖν καθόλου τὸ μέρος τοῦτο τῆς περὶ μεταβο-
λῆς
πραγματείας τὸ συντεῖνον εἰς τὴν περὶ μέλους θεωρίαν.


σύστημα*
φωνή*
μελωδία*
διαφορὰν
μέλος
εἰρημένην
τόπος*
τόνος*
καταπύκνωσιν*
αρμονικός*
μελῳδίαν
μελῳδεῖσθαι
βραχύς*
ἁρμονικῶν
καταπυκνῶσαι
διάγραμμα*
μεταβολή*

θεωρίαν


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


Πρῶτον μὲν οὖν ἁπάντων αὐτῆς τῆς κατὰ τόπον κι-
νήσεως
τὰς διαφορὰς θεωρῆσαι τίνες εἰσὶ πειρατέον. πάσης
δὲ φωνῆς δυναμένης κινεῖσθαι τὸν εἰρημένον αὐτὸν τρόπον
δύο τινές εἰσιν ἰδέαι κινήσεως, τε συνεχὴς καὶ διαστηματική.
 κατὰ μὲν οὖν τὴν συνεχῆ τόπον τινὰ διεξιέναι
φαίνεται φωνὴ τῇ αἰσθήσει οὕτως ὡς ἂν μηδαμοῦ ἱσταμένη
 μηδ᾽ ἐπ᾽ αὐτῶν τῶν περάτων κατά γε τὴν τῆς αἰσθήσεως
 φαντασίαν, ἀλλὰ φερομένη συνεχῶς μέχρι σιωπῆς,
κατὰ δὲ τὴν ἑτέραν ἣν ὀνομάζομεν διαστηματικὴν ἐναντίως
φαίνεται κινεῖσθαι· διαβαίνουσα γὰρ ἵστησιν αὑτὴν ἐπὶ
μιᾶς τάσεως εἶτα πάλιν ἐφ᾽ ἑτέρας καὶ τοῦτο ποιοῦσα
συνεχῶς - λέγω δὲ συνεχῶς κατὰ τὸν χρόνον - ὑπερβαίνουσα
 μὲν τοὺς περιεχομένους ὑπὸ τῶν τάσεων τόπους,
 ἱσταμένη δ᾽ ἐπ᾽ αὐτῶν τῶν τάσεων καὶ φθεγγομένη
ταύτας μόνον αὐτὰς μελῳδεῖν λέγεται καὶ κινεῖσθαι
διαστηματικὴν κίνησιν. ληπτέον δὲ ἑκάτερον τούτων κατὰ τὴν
τῆς αἰσθήσεως φαντασίαν· πότερον μὲν γὰρ δυνατὸν


τόπος*
κίνησις*
διαφορὰς
φωνή*
εἰρημένον
συνεχὴς
διαστηματική
τάσις*