Σελίδες

Τρίτη 17 Ιανουαρίου 2012

Aristoxenos

λιχανοῦ. τίνα μὲν οὖν τρόπον τό τε συνεχὲς καὶ τὸ ἑξῆς δεῖ 
ζητεῖν, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων· πῶς δὲ γίγνεται 
καὶ τί μετὰ τί διάστημα τίθεταί τε καὶ οὐ τίθεται, ἐν τοῖς 
στοιχείοις δειχθήσεται
Ὑποκείσθω μὲν τὸ πυκνὸν τὸ ἄπυκνον τιθέμενον 
σύστημα ἐπὶ μὲν τὸ ὀξὺ μὴ τίθεσθαι ἔλαττον διάστημα 
τοῦ λειπομένου τῆς πρώτης συμφωνίας, ἐπὶ δὲ τὸ βαρὺ 
μὴ ἔλαττον τονιαίου· ὑποκείσθω δὲ καὶ τῶν ἑξῆς κειμένων 
φθόγγων κατὰ μέλος ἐν ἑκάστῳ γένει ἤτοι τοὺς τετάρτους 
τοῖς τετράσι διὰ τεττάρων συμφωνεῖν τοὺς πέμπτους 
τοῖς πέντε διὰ πέντε ἀμφοτέρως· δ᾽ ἂν τῶν φθόγγων 
μηδὲν τούτων συμβεβηκός, ἐκμελῆ τοῦτον εἶναι πρὸς τοὺς 
οἷς ἀσύμφωνός ἐστιν. ὑποκείσθω δὲ καὶ τεττάρων γιγνομένων
 διαστημάτων ἐν τῷ διὰ πέντε, δύο μὲν ἴσων ὡς ἐπὶ 
τὸ πολύ, τῶν τὸ πυκνὸν κατεχόντων, δύο δ᾽ ἀνίσων, τοῦ 
τε λειπομένου τῆς πρώτης συμφωνίας καὶ τῆς ὑπεροχῆς ᾗ 
τὸ διὰ πέντε τοῦ διὰ τεσσάρων ὑπερέχει, ἐναντίως τίθεσθαι 
πρὸς τοῖς ἴσοις τὰ δὲ ἄνισα ἐπί τε τὸ ὀξὺ καὶ τὸ βαρύ
ὑποκείσθω δὲ καὶ τοὺς τοῖς ἑξῆς φθόγγοις συμφωνοῦντας 
διὰ τῆς αὐτῆς συμφωνίας ἑξῆς αὑτοῖς εἶναι. ἀσύνθετον δὲ 

λιχανοῦ
τρόπον 
συνεχὲς 
ἑξῆς 
εἰρημένων
διάστημα 
πυκνὸν 
άπυκνον*
σύστημα
ὀξὺ 
ἔλαττον 
διάστημα 
συμφωνίας
βαρὺ 
ἔλαττον
τονιαίου
ἑξῆς 
φθόγγων 
μέλος 
τετάρτους 
τετράσι 
τεττάρων 
συμφωνεῖν 
πέμπτους 
διὰ πέντε 
ἐκμελῆ 
ἀσύμφωνός 
ἴσων 
πυκνὸν 
ἀνίσων, τοῦ 
ὑπεροχῆς
ὀξὺ
βαρύ
ἀσύνθετον


ὑποκείσθω ἐν ἑκάστῳ γένει εἶναι διάστημα κατὰ μέλος ὃ 
φωνὴ μελῳδοῦσα μὴ δύναται διαιρεῖν εἰς διαστήματα
ὑποκείσθω δὲ καὶ τῶν συμφώνων ἕκαστον μὴ διαιρεῖσθαι 
εἰς ἀσύνθετα πάντα μεγέθηἀγωγὴ δ᾽ ἔστω διὰ τῶν 
ἑξῆς φθόγγων - ἔξωθεν τῶν ἄκρων - , ὧν ἑκατέρωθεν ἓν 
ἀσύνθετον κεῖται διάστημα· εὐθεῖα δ᾽ ἐπὶ τὸ αὐτό.

γένει 
διάστημα 
μέλος 
φωνὴ
μελῳδοῦσα 
διαστήματα 
συμφώνων 
ἀσύνθετα 
ἀγωγὴ 
ἑξῆς 
φθόγγων 
ἄκρων 
ἀσύνθετον 
ευθύς*
 

Βέλτιον ἴσως ἐστὶ τὸ προδιελθεῖν τὸν τρόπον τῆς 
πραγματείας τί ποτ᾽ ἐστίν, ἵνα προγιγνώσκοντες ὥσπερ 
ὁδὸν βαδιστέον ῥᾴδιον πορευώμεθα εἰδότες τε κατὰ τί 
μέρος ἐσμὲν αὐτῆς καὶ μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρυ-
πολαμβάνοντες τὸ πρᾶγμα. καθάπερ Ἀριστοτέλης ἀεὶ
διηγεῖτο τοὺς πλείστους τῶν ἀκουσάντων παρὰ Πλάτωνος τὴν 
περὶ τἀγαθοῦ ἀκρόασιν παθεῖν· προσιέναι μὲν γὰρ ἕκαστον 
ὑπολαμβάνοντα λήψεσθαί τι τῶν νομιζομένων τούτων 
ἀνθρωπίνων ἀγαθῶν οἷον πλοῦτον, ὑγίειαν, ἰσχύν, τὸ ὅλον 
εὐδαιμονίαν τινὰ θαυμαστήν· ὅτε δὲ φανείησαν οἱ λόγοι

Αριστοτέλης*
Πλάτων*
ακρόασις*