Σελίδες

Τετάρτη 23 Νοεμβρίου 2011

Aristoxenos



ἀδύνατον φωνὴν κινεῖσθαι καὶ πάλιν ἵστασθαι αὐτὴν ἐπὶ
μιᾶς τάσεως ἑτέρας ἐστὶ σκέψεως καὶ πρὸς τὴν ἐνεστῶσαν
πραγματείαν οὐκ ἀναγκαῖον τὸ δὲ κινῆσαι τούτων ἑκάτερον
ὁποτέρως γὰρ ἔχῃ, τὸ αὐτὸ ποιεῖ πρός γε τὸ χωρίσαι
τὴν ἐμμελῆ κίνησιν τῆς φωνῆς ἀπὸ τῶν ἄλλων κινήσεων.
ἁπλῶς γὰρ ὅταν μὲν οὕτω κινῆται φωνὴ ὥστε
μηδαμοῦ δοκεῖν ἵστασθαι τῇ ἀκοῇ, συνεχῆ λέγομεν ταύτην
τὴν κίνησιν· ὅταν δὲ στῆναί που δόξασα εἶτα πάλιν διαβαίνειν
τίνα τόπον φανῇ καὶ τοῦτο ποιήσασα πάλιν ἐφ᾽
ἑτέρας τάσεως στῆναι δόξῃ καὶ τοῦτο ἐναλλὰξ ποιεῖν
φαινομένη συνεχῶς διατελῇ, διαστηματικὴν τὴν τοιαύτην
κίνησιν λέγομεν. τὴν μὲν οὖν συνεχῆ λογικὴν εἶναί φαμεν,
διαλεγομένων γὰρ ἡμῶν οὕτως φωνὴ κινεῖται κατὰ τόπον
ὥστε μηδαμοῦ δοκεῖν ἵστασθαι. κατὰ δὲ τὴν ἑτέραν ἣν
ὀνομάζομεν διαστηματικὴν ἐναντίως πέφυκε γίγνεσθαι· ἀλλὰ
γὰρ ἵστασθαί τε δοκεῖ καὶ πάντες τὸν τοῦτο φαινόμενον
ποιεῖν οὐκέτι λέγειν φασὶν ἀλλ᾽ ᾄδειν. διόπερ ἐν τῷ διαλέγεσθα
ι φεύγομεν τὸ ἱστάναι τὴν φωνήν, ἂν μὴ διὰ πάθος
ποτὲ εἰς τοιαύτην κίνησιν ἀναγκασθῶμεν ἐλθεῖν, ἐν δὲ τῷ
μελῳδεῖν τοὐναντίον ποιοῦμεν, τὸ μὲν γὰρ συνεχὲς φεύγομεν,
 τὸ δ᾽ ἑστάναι τὴν φωνὴν ὡς μάλιστα διώκομεν. ὅσῳ


φωνή
κίνησις*
τάσις*
εμμελής*
ἀκοῇ
συνεχῆ
τόπος*
διαστηματικὴν
λογικὴν
φωνή*
άδω*
μελῳδεῖν


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


γὰρ ἂν μᾶλλον ἑκάστην τῶν φωνῶν μίαν τε καὶ ἑστηκυῖαν
καὶ τὴν αὐτὴν ποιήσωμεν, τοσούτῳ φαίνεται τῇ αἰσθήσει
τὸ μέλος ἀκριβέστερον. ὅτι μὲν οὖν δύο κινήσεων οὐσῶν
κατὰ τόπον τῆς φωνῆς μὲν συνεχὴς λογική τίς ἐστιν
δὲ διαστηματικὴ μελῳδική, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων.
Φανεροῦ δ᾽ ὄντος ὅτι δεῖ τὴν φωνὴν ἐν τῷ μελῳδεῖν
τὰς μὲν ἐπιτάσεις τε καὶ ἀνέσεις ἀφανεῖς ποιεῖσθαι τὰς δὲ
τάσεις αὐτὰς φθεγγομένην φανερὰς καθιστάναι, - ἐπειδὴ
τὸν μὲν τοῦ διαστήματος τόπον ὃν διεξέρχεται ὁτὲ μὲν ἀνιεμένη
 ὁτὲ δ᾽ ἐπιτεινομένη λανθάνειν αὐτὴν δεῖ διεξιοῦσαν, τοὺς
δὲ ὁρίζοντας φθόγγους τὰ διαστήματα ἐναργεῖς τε καὶ
ἑστηκότας ἀποδιδόναι - ὥστ᾽ ἐπεὶ τοῦτ᾽ ἔστι δῆλον λεκτέον
ἂν εἴη περὶ ἐπιτάσεως καὶ ἀνέσεως ἔτι δ᾽ ὀξύτητος καὶ βαρύ-
τητος
πρὸς δὲ τούτοις τάσεως. μὲν οὖν ἐπίτασίς ἐστι
κίνησις τῆς φωνῆς συνεχὴς ἐκ βαρυτέρου τόπου εἰς ὀξύτερον,
 δ᾽ ἄνεσις ἐξ ὀξυτέρου τόπου εἰς βαρύτερον· ὀξύτης
δὲ τὸ γενόμενον διὰ τῆς ἐπιτάσεως, βαρύτης δὲ τὸ γενόμενον
 διὰ τῆς ἀνέσεως. τάχα οὖν παράδοξον ἂν φαίνοιτο
τοῖς ἐλαφροτέρως τὰ τοιαῦτα ἐπισκοπουμένοις τὸ τιθέναι
τέτταρα ταῦτα καὶ μὴ δύο· σχεδὸν γὰρ οἵ γε πολλοὶ ἐπίτασιν
μὲν ὀξύτητι ταὐτὸ λέγουσιν ἄνεσιν δὲ βαρύτητι.
ἴσως οὖν οὐ χεῖρον καταμαθεῖν ὅτι συγκεχυμένως πως
δοξάζουσι περὶ αὐτῶν. δεῖ δὲ πειρᾶσθαι κατανοεῖν εἰς αὐτὸ


φωνῶν
μέλος*
κίνησις*
τόπος*
συνεχὴς
λογική
διαστηματικὴ
μελῳδική
εἰρημένων
ἐπιτάσεις
ἀνέσεις
τάσεις
φθεγγομένην
διαστήματος
ἀνιεμένη
ἐπιτεινομένη
φθόγγους
ὀξύτητος
βαρύτητος


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


ἀποβλέποντας τὸ γιγνόμενον τί ποτ᾽ ἐστὶν ποιοῦμεν ὅταν
ἁρμοττόμενοι τῶν χορδῶν ἑκάστην ἀνιῶμεν ἐπιτείνωμεν.
Δῆλον δὲ τοῖς γε μὴ παντελῶς ἀπείροις ὀργάνων, ὅτι
ἐπιτείνοντες μὲν εἰς ὀξύτητα τὴν χορδὴν _ἄγομεν ἀνιέντες δ᾽ εἰς
βαρύτητα· καθ᾽ ὃν δὲ χρόνον_ ἄγομέν τε καὶ μετακινοῦμεν
εἰς ὀξύτητα τὴν χορδήν, οὐκ ἐνδέχεταί που ἤδη εἶναι τήν
γε μέλλουσαν ἔσεσθαι ὀξύτητα διὰ τῆς ἐπιτάσεως. τότε
γὰρ ἔσται ὀξύτης ὅταν τῆς ἐπιτάσεως ἀγαγούσης εἰς τὴν
προσήκουσαν τάσιν στῇ χορδὴ καὶ μηκέτι κινῆται. τοῦτο
δ᾽ ἔσται τῆς ἐπιτάσεως ἀπηλλαγμένης καὶ μηκέτι οὔσης, οὐ
γὰρ ἐνδέχεται κινεῖσθαι ἅμα τὴν χορδὴν καὶ ἑστάναι, ἦν
δ᾽ μὲν ἐπίτασις κινουμένης τῆς χορδῆς, δ᾽ ὀξύτης
ἠρεμούσης ἤδη καὶ ἑστηκυίας. ταὐτὰ δὲ ἐροῦμεν καὶ περὶ τῆς
ἀνέσεώς τε καὶ βαρύτητος πλὴν ἐπὶ τὸν ἐναντίον τόπον.
δῆλον δὲ διὰ τῶν εἰρημένων, ὅτι τ᾽ ἄνεσις τῆς βαρύτητος
 ἕτερόν τί ἐστιν, ὡς τὸ ποιοῦν τοῦ ποιουμένου,
τ᾽ ἐπίτασις τῆς ὀξύτητος τὸν αὐτὸν τρόπον. ὅτι μὲν οὖν
ἕτερα ἀλλήλων ἐστὶν ἐπίτασις μὲν ὀξύτητος ἄνεσις δὲ
βαρύτητος σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ καὶ τὸ


άρμοσις*
χορδή*
ἀνιῶμεν
ἐπιτείνωμεν
ὀργάνων
ὀξύτητα
ἀνιέντες
βαρύτητα
χρόνον
μέλλουσαν
ἐπιτάσεως
τάσιν
ἀνέσεώς