Σελίδες

Κυριακή 11 Δεκεμβρίου 2011

Aristoxenos



Τούτων δ᾽ ὄντωων γνωρίμων ἐχόμενον ἂν εἴη διελθεῖν
περὶ τῆς τοῦ βαρέος τε καὶ ὀξέος διατάσεως, πότερον ἄπειρος
 ἐφ᾽ ἑκάτερά ἐστιν πεπερασμένη. ὅτι μὲν οὖν εἴς γε
τὴν φωνὴν τιθεμένη οὐκ ἔστιν ἄπειρος, οὐ χαλεπὸν συνιδεῖν.
 ἁπάσης γὰρ φωνῆς ὀργανικῆς τε καὶ ἀνθρωπικῆς
ὡρισμένος ἐστί τις τόπος ὃν διεξέρχεται μελῳδοῦσα τε
μέγιστος καὶ ἐλάχιστος. οὔτε γὰρ ἐπὶ τὸ μέγα δύναται
φωνὴ εἰς ἄπειρον αὔξειν τὴν τοῦ βαρέος τε καὶ ὀξέος
διάτασιν οὔτ᾽ ἐπὶ τὸ μικρὸν συνάγειν, ἀλλ᾽ ἵσταταί ποτε
ἐφ᾽ ἑκάτερα. διοριστέον οὖν ἑκάτερον αὐτῶν πρὸς δύο
ποιουμένους τὴν ἀναφοράν, πρός τε τὸ φθεγγόμενον καὶ τὸ
κρῖνον· ταῦτα δ᾽ ἐστὶν τε φωνὴ καὶ ἀκοή. γὰρ
ἀδυνατοῦσιν αὗται μὲν ποιεῖν δὲ κρίνειν, τοῦτ᾽ ἔξω θετέον
τῆς τε χρησίμου καὶ δυνατῆς ἐν φωνῇ γενέσθαι διατάσεως.
ἐπὶ μὲν οὖν τὸ μικρὸν ἅμα πως ἐοίκασιν τε φωνὴ καὶ
αἴσθησις ἐξαδυνατεῖν· οὔτε γὰρ φωνὴ διέσεως τῆς ἐλα-
χίστης
ἔλαττον ἔτι διάστημα δύναται διασαφεῖν οὐδ᾽ ἀκοὴ
διαισθάνεσθαι ὥστε καὶ ξυνιέναι τί μέρος ἐστὶ εἴτε διέσεως


βαρέος
ὀξέος
διατάσεως
φωνὴν
ὀργανικῆς
ἀνθρωπικῆς
τόπος
μελῳδοῦσα
μέγιστος
ἐλάχιστος
φθεγγόμενον
ακοή*
δίεσις*
ἐλαχίστης
ἔλαττον
διάστημα


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


εἴτ᾽ ἄλλου τινὸς τῶν γνωρίμων διαστημάτων. ἐπὶ δὲ
τὸ μέγα τάχ᾽ ἂν δόξειεν ὑπερτείνειν ἀκοὴ τὴν φωνήν, οὐ
μέντοι γε πολλῷ τινι. ἀλλ᾽ οὖν εἴτ᾽ ἐπ᾽ ἀμφότερα δεῖ
ταὐτὸ λαμβάνειν πέρας τῆς διατάσεως, εἴς τε τὴν φωνὴν
 καὶ τὴν ἀκοὴν βλέποντας, εἴτ᾽ ἐπὶ μὲν τὸ ἐλάχιστον
ταὐτὸν ἐπὶ δὲ τὸ μέγιστον ἕτερον· ἔσται τι μέγιστον καὶ
ἐλάχιστον μέγεθος τῆς διατάσεως ἤτοι κοινὸν τοῦ
φθεγγομένου καὶ τοῦ κρίνοντος ἴδιον ἑκατέρου. ὅτι μὲν οὖν
εἴς τε τὴν φωνὴν καὶ τὴν ἀκοὴν τεθεῖσα τοῦ βαρέος τε
καὶ ὀξέος διάτασις οὐκ εἰς ἄπειρον ἐφ᾽ ἑκάτερα κινηθήσεται,
σχεδὸν δῆλον. εἰ δ᾽ αὐτὴ καθ᾽ αὑτὴν νοηθείη τοῦ μέλους
σύστασις, τὴν αὔξησιν εἰς ἄπειρον γίγνεσθαι συμβήσεται.
τάχ᾽ ἂν ἄλλος εἴη περὶ τούτων λόγος, οὐκ ἀναγκαῖος εἰς τὸ
παρόν, διόπερ ἐν τοῖς ἔπειτα τοῦτ᾽ ἐπισκέψασθαι πειρατέον.
Τούτου δ᾽ ὄντος γνωρίμου λεκτέον περὶ φθόγγου τί
ποτ᾽ ἐστί. συντόμως μὲν οὖν εἰπεῖν φωνῆς πτῶσις ἐπὶ μίαν
τάσιν φθόγγος ἐστί· τότε γὰρ φαίνεται φθόγγος εἶναι
τοιοῦτος οἷος εἰς μέλος τάττεσθαι ἡρμοσμένον _τ_ὸ
ἑστάναι ἐπὶ μιᾶς τάσεως. μὲν οὖν φθόγγος τοιοῦτος ἐστίν·
διάστημα δ᾽ ἐστὶ τὸ ὑπὸ δύο φθόγγων ὡρισμένον μὴ τὴν


διαστημάτων
ἀκοὴ
φωνήν
πέρας
διατάσεως,
ἐλάχιστον
μέγιστον
μέγεθος
διατάσεως
φθεγγομένου
φωνὴν
ἀκοὴν
βαρέος
ὀξέος
διάτασις
κινηθήσεται,
μέλους
σύστασις
φθόγγου
πτῶσις
τάσιν
ἡρμοσμένον (άρμοσις*)
διάστημα


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


αὐτὴν τάσιν ἐχόντων. φαίνεται γάρ, ὡς τύπῳ εἰπεῖν, διαφορά
 τις εἶναι τάσεων τὸ διάστημα καὶ τόπος δεκτικὸς
φθόγγων ὀξυτέρων μὲν τῆς βαρυτέρας τῶν ὁριζουσῶν τὸ
διάστημα τάσεων, βαρυτέρων δὲ τῆς ὀξυτέρας· διαφορὰ δὲ
ἐστὶ τάσεων τὸ μᾶλλον ἧττον τετάσθαι. περὶ μὲν οὖν
διαστήματος οὕτως ἄν τις ἀφορίσειε· τὸ δὲ σύστημα σύνθετόν
 τι νοητέον ἐκ πλειόνων ἑνὸς διαστημάτων. δεῖ
δ᾽ ἕκαστον τούτων εὖ πως ἐκλαμβάνειν πειρᾶσθαι τὸν ἀκούοντα
 μὴ παρατηροῦντα τὸν ἀποδιδόμενον λόγον ἑκάστου
αὐτῶν εἴτ᾽ ἐστὶν ἀκριβὴς εἴτε καὶ τυπωδέστερος, ἀλλ᾽ αὐτὸν
συμπροθυμούμενον κατανοῆσαι καὶ τότε οἰόμενον ἱκανῶς
εἰρῆσθαι πρὸς τὸ καταμαθεῖν, ὅταν ἐμβιβάσαι οἷός τε γένηται
 λόγος εἰς τὸ ξυνιέναι τὸ λεγόμενον. χαλεπὸν γὰρ ὑπὲρ
πάντων μὲν ἴσως τῶν ἐν ἀρχῇ λόγον ἀνεπίληπτόν τε καὶ
διηκριβωμένην ἑρμηνείαν ἔχοντα ῥηθῆναι, οὐχ ἥκιστα δὲ περὶ
τριῶν τούτων, φθόγγου τε καὶ διαστήματος καὶ συστήματος.
Τούτων δ᾽ οὕτως ὡρισμένων πρῶτον μὲν τὸ διάστημα
πειρατέον διελεῖν εἰς ὅσας πέφυκε διαιρέσεις διαιρεῖσθαι
χρησίμους, ἔπειτα τὸ σύστημα. πρώτη μὲν οὖν ἐστὶ
διαστημάτων διαίρεσις καθ᾽ ἣν μεγέθει ἀλλήλων διαφέρει·
δευτέρα δὲ καθ᾽ ἣν τὰ σύμφωνα τῶν διαφώνων· τρίτη δὲ
καθ᾽ ἣν τὰ σύνθετα τῶν ἀσυνθέτων· τετάρτη δ᾽ κατὰ

διαφορά
τάσεων
διάστημα
τόπος
φθόγγων
ὀξυτέρων
βαρυτέρας
διαστήματος
σύστημα
σύνθετόν
διαιρέσεις
σύμφωνα
διαφώνων
ἀσυνθέτων