Σελίδες

Δευτέρα 12 Δεκεμβρίου 2011

Aristoxenos




γένος· πέμπτη δὲ καθ᾽ ἣν διαφέρει τὰ ῥητὰ τῶν ἀλόγων.
τὰς δὲ λοιπὰς τῶν διαιρέσεων ὡς οὐ χρησίμους οὔσας εἰς
ταύτην τὴν πραγματείαν ἀφετέον τὰ νῦν. σύστημα δὲ συστήματος
 ταύταις τε διοίσει ταῖς _αὐταῖ_ς διαφοραῖς πλὴν
μιᾶς· μεγέθει τε δῆλον ὡς διαφέρει συστήματος σύστημα τῷ
τε συμφώνους διαφώνους εἶναι τοὺς ὁρίζοντας φθόγγους
τὸ μέγεθος. τὴν μέντοι τρίτην τῶν ῥηθεισῶν ἐπὶ τῶν τοῦ
διαστήματος διαφορῶν ἀδύνατον ὑπάρξαι συστήματι πρὸς
σύστημα, δῆλον γὰρ ὡς οὐκ ἐνδέχεται τὰ μὲν σύνθετα τὰ
δ᾽ ἀσύνθετα εἶναι τῶν συστημάτων τοῦτόν γε τὸν τρόπον
ὅνπερ τῶν διαστημάτων τὰ μὲν ἦν σύνθετα τὰ δ᾽ ἀσύνθετα.
τὴν δὲ τετάρτην - αὕτη δ᾽ ἦν κατὰ γένος - ἀναγκαῖον
καὶ τοῖς συστήμασιν ὑπάρχειν, τὰ μὲν γὰρ αὐτῶν ἐστὶ
διάτονα τὰ δὲ χρωματικὰ τὰ δὲ ἐναρμόνια. δῆλον δ᾽ ὅτι
καὶ _τὴν_ πέμπτην, τὰ μὲν γὰρ αὐτῶν ἀλόγῳ διαστήματι
 ὥρισται τὰ δὲ ῥητῷ. πρὸς δὲ ταύταις τρεῖς ἑτέρας
προσθετέον διαιρέσεις· τήν τ᾽ εἰς συναφὴν καὶ διάζευξιν καὶ
τὸ συναμφότερον μερίζουσαν· τὸ σύστημα γὰρ ἀπό τινος


γένος*
ρητόν-άλογον*
διαιρέσεων
σύστημα*
διαφοραῖς
μεγέθει
συμφωνία*
διαφωνία*
φθόγγους
διαστήματος
σύνθετος*
ασύνθετα*
διατονικό*
χρωματικό*
εναρμόνιο*
άλογον*
συναφή*
διάζευξις*


 
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


μεγέθους ἀρξάμενον συνημμένον διεζευγμένον μικτὸν
ἐξ ἀμφοτέρων - καὶ δείκνυται τοῦτο γιγνόμενον ἐν ἐνίοις - ·
ἔπειτα τήν τ᾽ εἰς ὑπερβατὸν καὶ συνεχὲς μερίζουσαν, πᾶν
γὰρ σύστημα ἤτοι συνεχὲς ὑπερβατόν ἐστι· τήν τ᾽ εἰς
ἁπλοῦν καὶ διπλοῦν καὶ πολλαπλοῦν διαίρεσιν, πᾶν γὰρ
τὸ λαμβανόμενον σύστημα ἤτοι ἁπλοῦν διπλοῦν πολλαπλοῦν
 ἐστίν. τί δ᾽ ἐστὶ τούτων ἕκαστον ἐν τοῖς ἔπειτα
δειχθήσεται.
Τούτων δ᾽ οὕτως ἀφωρισμένων τε καὶ προδιῃρημένων
περὶ μέλους ἂν εἴη ἡμῖν πειρατέον ὑποτυπῶσαι τί ποτ᾽ ἐστὶν
 φύσις αὐτοῦ. ὅτι μὲν οὖν διαστηματικὴν ἐν αὐτῷ
δεῖ τὴν τῆς φωνῆς κίνησιν εἶναι προείρηται, ὥστε τοῦ γε
λογώδους κεχώρισται ταύτῃ τὸ μουσικὸν μέλος· λέγεται γὰρ
δὴ καὶ λογῶδές τι μέλος, τὸ συγκείμενον ἐκ τῶν προσῳδιῶν
τῶν ἐν τοῖς ὀνόμασιν· φυσικὸν γὰρ τὸ ἐπιτείνειν καὶ ἀνιέναι
ἐν τῷ διαλέγεσθαι. ἐπεὶ δ᾽ οὐ μόνον ἐκ διαστημάτων τε
καὶ φθόγγων συνεστάναι δεῖ τὸ ἡρμοσμένον μέλος, ἀλλὰ
προσδεῖται συνθέσεώς τινος ποιᾶς καὶ οὐ τῆς τυχούσης -
δῆλον γὰρ ὡς τό γ᾽ ἐκ διαστημάτων τε καὶ φθόγγων
συνεστάναι κοινόν ἐστιν, ὑπάρχει γὰρ καὶ τῷ ἀναρμόστῳ - ,
ὥστ᾽ ἐπειδὴ τοῦθ᾽ οὕτως ἔχει, τὸ μέγιστον μέρος καὶ πλείστην
 ἔχον ῥοπὴν εἰς τὴν ὀρθῶς γιγνομένην σύστασιν τοῦ
μέλους _τ_ὸ περὶ τὴν σύνθεσίν που καὶ τὴν ταύτης ἰδιότητα


μεγέθους
συνημμένον
διεζευγμένον
μικτός*
υπερβατόν*
συνεχὲς
σύστημα*
απλούν*
διπλούν*
πολλαπλοῦν
διαίρεσιν
μέλους
διαστηματικὴν
φωνῆς
κίνησιν
λογώδους
μουσικὸν
μέλος
λογῶδές
μέλος
ὀνόμασιν
ἐπιτείνειν
ἀνιέναι
διαστημάτων
φθόγγων
ἡρμοσμένον
μέλος
συνθέσεώς
διαστημάτων
φθόγγων
μέλους
σύνθεσις*
προσωδία*
ανάρμοστος*


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


ὑποληπτέον εἶναι. σχεδὸν δὴ φανερόν, ὅτι τοῦ μὲν ἐπὶ τῆς
λέξεως γιγνομένου μέλους τῷ διαστηματικῇ χρῆσθαι τῇ
τῆς φωνῆς κινήσει διοίσει τὸ μουσικὸν μέλος, τοῦ δ᾽ ἀναρμόστου
 καὶ διημαρτημένου τῇ τῆς συνθέσεως διαφορᾷ τῆς
τῶν ἀσυνθέτων διαστημάτων. περὶ ἧς ἐν τοῖς ἔπειτα
δειχθήσεται τίς ἐστιν αὐτῆς τρόπος, πλὴν ἐπὶ τοσοῦτόν
γ᾽ εἰρήσθω καθόλου καὶ νῦν, ὅτι πολλὰς ἔχοντος διαφορὰς
τοῦ ἡρμοσμένου κατὰ τὴν τῶν διαστημάτων σύνθεσιν, ὅμως
ἔστι τι τοιοῦτον κατὰ παντὸς ἡρμοσμένου ῥηθήσεται ἕν
τε καὶ ταὐτόν, τοιαύτην ἔχον δύναμιν οἵαν αὐτὴν ἀναιρουμένην
 ἀναιρεῖν τὸ ἡρμοσμένον. ἁπλοῦν δ᾽ ἔσται προϊούσης
 τῆς πραγματείας. τὸ μὲν οὖν μουσικὸν μέλος ἀπὸ
τῶν ἄλλων οὕτως ἀφωρίσθω. ὑποληπτέον δὲ τὸν εἰρημένον
ἀφορισμὸν τύπῳ εἰρῆσθαι οὕτως ὡς μηδέπω τῶν καθ᾽ ἕκαστα
 τεθεωρημένων.
Ἐχόμενον δ᾽ ἂν εἴη τῶν εἰρημένων τὸ καθόλου λεγόμενον
 μέλος διελεῖν εἰς ὅσα φαίνεται γένη διαιρεῖσθαι. φαίνεται
δ᾽ εἰς τρία· πᾶν γὰρ τὸ λαμβανόμενον μέλος τῶν εἰς τὸ
ἡρμοσμένον ἤτοι διάτονόν ἐστιν χρωματικὸν ἐναρμόνιον.
πρῶτον μὲν οὖν καὶ πρεσβύτατον αὐτῶν θετέον τὸ διάτονον,


μέλους
διαστηματικῇ
φωνῆς
κινήσει
μουσικὸν
ἀναρμόστου
συνθέσεως
διαφορᾷ
ἀσυνθέτων
διαστημάτων
τρόπος*
ἡρμοσμένου
δύναμις*
εἰρημένον
διάτονον*
χρωματικόν*
εναρμόνιον*