Σελίδες

Παρασκευή 23 Δεκεμβρίου 2011

Aristoxenos



πρῶτον γὰρ αὐτοῦ τοῦ ἀνθρώπου φύσις προστυγχάνει,
δεύτερον δὲ τὸ χρωματικόν, τρίτον δὲ καὶ ἀνώτατον τὸ
ἐναρμόνιον, τελευταίῳ γὰρ αὐτῷ καὶ μόλις μετὰ πολλοῦ
πόνου συνεθίζεται αἴσθησις.
Τούτων δ᾽ εἰς τοῦτον τὸν ἀριθμὸν διῃρημένων τῶν
διαστηματικῶν διαφορῶν τῆς δευτέρας ῥηθείσης θάτερον
μέρος πειρατέον διασκέψασθαι· ἦν δὲ τὰ μέρη ταῦτα δια-
φωνία
τε καὶ συμφωνία· ληπτέον τε τὴν συμφωνίαν εἰς
τὴν ἐπίσκεψιν. φαίνεται δὲ διάστημα σύμφωνον συμφώνου
διαφέρειν κατὰ πλείους διαφορὰς ὧν μία μέν ἐστιν κατὰ
μεγέθος, περὶ ἧς ἀφοριστέον φαίνεται ἔχειν. δοκεῖ δὲ τὸ
μὲν ἐλάχιστον τῶν συμφώνων διαστημάτων ὑπ᾽ αὐτῆς τῆς
τοῦ μέλους φύσεως ἀφωρίσθαι, μελῳδεῖται μὲν γὰρ τοῦ
διὰ τεσσάρων ἐλάττω διαστήματα πολλά, διάφωνα μέντοι
πάντα. τὸ μὲν οὖν ἐλάχιστον κατ᾽ αὐτὴν τὴν τῆς φωνῆς
φύσιν ὥρισται, τὸ δὲ μέγιστον οὕτω μὲν οὖν οὐκ ἔοικεν
ὡρίσθαι· φαίνεται γὰρ εἰς ἄπειρον αὔξεσθαι κατά γ᾽ αὐτὴν
τὴν τοῦ μέλους φύσιν καθάπερ καὶ τὸ διάφωνον. παντὸς
γὰρ προστιθεμένου συμφώνου διαστήματος πρὸς τῷ διὰ
πασῶν καὶ μείζονος καὶ ἐλάττονος καὶ ἴσου τὸ ὅλον

χρωματικόν
ἐναρμόνιον
διῃρημένων
διαστηματικῶν
διαφορῶν
διαφωνία
συμφωνία
διάστημα
μεγέθος
μελῳδεῖται
διὰ τεσσάρων
ἐλάττω
φωνῆς
διὰ πασῶν
μείζονος
ἐλάττονος
ἴσου


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~




~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


διάστημα καὶ κατασπασθείσης γε τῆς σύριγγος τοῦ συρίττοντος
ὀξύτατος πρὸς τὸν τοῦ αὐλοῦντος βαρύτατον
μεῖζον ἂν ποιήσειε τοῦ ῥηθέντος διαστήματος· ταὐτὸ δὲ
καὶ παιδὸς φωνὴ μικροῦ πρὸς ἀνδρὸς φωνὴν πάθοι ἄν.
ὅθεν καὶ κατανοεῖται τὰ μεγάλα τῶν συμφώνων· ἐκ διαφερουσῶν
 γὰρ ἡλικιῶν καὶ διαφερόντων μέτρων τεθεωρήκαμεν,
 ὅτι καὶ τὸ τρὶς διὰ πασῶν συμφωνεῖ καὶ τὸ τετράκις
 καὶ τὸ μεῖζον. ὅτι μὲν οὖν ἐπὶ μὲν τὸ μικρὸν τοῦ
μέλους φύσις αὐτὴν τὸ διὰ τεσσάρων ἐλάχιστον ἀποδίδωσι
τῶν συμφώνων, ἐπὶ δὲ τὸ μέγα τῇ ἡμετέρᾳ πως τὸ μέγιστον
 ὁρίζεται δυνάμει, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων·
ὅτι δ᾽ ἐκ τούτου μεγέθη συμφώνων διαστημάτων συμβαίνει
γίγνεσθαι ῥᾴδιον συνιδεῖν.
Τούτων δ᾽ ὄντων γνωρίμων τὸ τονιαῖον διάστημα πειρατέον
 ἀφορίσαι. ἔστι δὴ τόνος τῶν πρώτων συμφώνων
κατὰ μέγεθος διαφορά. διαιρείσθω δ᾽ εἰς τρεῖς διαιρέσεις·
μελῳδείσθω γὰρ αὐτοῦ τό τε ἥμισυ καὶ τὸ τρίτον μέρος
καὶ _τ_ὸ τέταρτον· τὰ δὲ τούτων ἐλάττονα διαστήματα
πάντα ἔστω ἀμελῴδητα. καλείσθω δὲ τὸ μὲν ἐλάχιστον
δίεσις ἐναρμόνιος ἐλαχίστη, τὸ δ᾽ ἐχόμενον δίεσις χρωματικὴ
ἐλαχίστη, τὸ δὲ μέγιστον ἡμιτόνιον.
Τούτων δ᾽ οὕτως ἀφωρισμένων τὰς τῶν γενῶν διαφορὰς
ὅθεν γίγνονται καὶ ὃν τρόπον πειρατέον καταμαθεῖν. δεῖ
δὲ νοῆσαι τῶν συμφώνων διαστημάτων _τ_ὸ ἐλάχιστον

διάστημα
κατασπασθείσης
σύριγξ*
συρίττοντος
ὀξύτατος
αὐλοῦντος
βαρύτατον
μεῖζον
παιδὸς φωνὴ
ἀνδρὸς φωνὴν
συμφώνων
διὰ πασῶν
συμφωνεῖ
τετράκις
μέλους
διὰ τεσσάρων
ἐλάχιστον
δυνάμει
εἰρημένων
μεγέθη
διαστημάτων
τονιαῖον
τόνος*
διαιρέσεις
μελῳδείσθω
ἥμισυ
τρίτον
τέταρτον
ἐλάττονα
αμελώδητος*
δίεσις*
ἐναρμόνιος*
χρωματικὴ*
ημιτόνιον*
διαφορὰς
τρόπον
ἐλάχιστον