Σελίδες

Πέμπτη 19 Ιανουαρίου 2012

Aristoxenos (#37 - #39)


#37
περὶ μαθημάτων καὶ ἀριθμῶν καὶ γεωμετρίας καὶ ἀστρολογίας
 καὶ τὸ πέρας ὅτι ἀγαθόν ἐστιν ἕν, παντελῶς οἶμαι 
παράδοξόν τι ἐφαίνετο αὐτοῖς, εἶθ᾽ οἱ μὲν ὑποκατεφρόνουν 
τοῦ πράγματος, οἱ δὲ κατεμέμφοντο. τί οὖν τὸ αἴτιον; οὐ 
προῄδεσαν, ἀλλ᾽ ὥσπερ οἱ ἐριστικοὶ πρὸς τοὔνομα αὐτὸ 
ὑποκεχηνότες προσῄεσαν· εἰ δέ γέ τις οἶμαι προεξετίθει τὸ 
ὅλον, ἀπεγίνωσκεν ἂν μέλλων ἀκούειν εἴπερ ἤρεσκε 
αὐτῷ διέμενεν ἂν ἐν τῇ εἰλημμένῃ ὑπολήψει. προέλεγε μὲν 
οὖν καὶ αὐτὸς Ἀριστοτέλης δι᾽ αὐτὰς ταύτας τὰς αἰτίας
ὡς ἔφη, τοῖς μέλλουσιν ἀκροᾶσθαι παρ᾽ αὐτοῦ, περὶ τίνων 
τ᾽ ἐστὶν πραγματεία καὶ τίς. βέλτιον δὲ καὶ ἡμῖν φαίνεται,
καθάπερ εἴπομεν ἐν ἀρχῇ, τὸ προειδέναι. γίγνεται 
γὰρ ἐνίοτε ἐφ᾽ ἑκάτερα ἁμαρτία· οἱ μὲν γὰρ μέγα τι
ὑπολαμβάνουσιν εἶναι τὸ μάθημα καὶ ἔσεσθαι ἔνιοι δὲ οὐ μόνον 
μουσικοὶ ἀκούσαντες τὰ ἁρμονικά, ἀλλὰ καὶ βελτίους τὸ 
ἦθος - παρακούσαντες τῶν ἐν ταῖς δείξεσι λόγων ὅτι
πειρώμεθα ποιεῖν τῶν μελοποιϊῶν ἑκάστην καὶ τὸ ὅλον τῆς
μουσικῆς, ὅτι μὲν τοιαύτη βλάπτει τὰ ἤθη δὲ τοιαύτη

Ἀριστοτέλης 
ἀκροᾶσθαι 
πραγματεία 
μουσικοὶ
ἀκούσαντες 
ἁρμονικά
ήθος*
μελοποιϊῶν



#38
ὠφελεῖ, τοῦτο αὐτὸ παρακούσαντες, τὸ δ᾽ ὅτι καθ᾽ ὅσον 
μουσικὴ δύναται ὠφελεῖν οὐδ᾽ ἀκούσαντες ὅλως - · οἱ δὲ 
πάλιν ὡς οὐδὲν, ἀλλὰ μικρόν τι καὶ βουλόμενοι μὴ εἶναι 
ἄπειροι μηδὲ τί ποτ᾽ ἐστίν. οὐδέτερον δὲ τούτων ἀληθές 
ἐστιν, οὔτε γὰρ εὐκαταφρόνητόν ἐστί τινι ὃς νοῦν ἔχει τὸ 
μάθημα - δῆλον δ᾽ ἔσται προϊόντος τοῦ λόγου - , οὔτε 
τηλικοῦτον ὥστ᾽ αὔταρκες εἶναι πρὸς πάντα, καθάπερ οἴονταί
 τινες. πολλὰ γὰρ δὴ καὶ ἕτερα ὑπάρχει , καθάπερ 
ἀεὶ λέγεται, τῷ μουσικῷ· μέρος γάρ ἐστιν ἁρμονικὴ 
πραγματεία τῆς τοῦ μουσικοῦ ἕξεως, καθάπερ τε ῥυθμικὴ 
καὶ ἡ μετρικὴ καὶ ἡ ὀργανική. λεκτέον οὖν περὶ αὐτῆς τε 
καὶ τῶν μερῶν
Καθόλου μὲν οὖν νοητέον οὖσαν ἡμῖν τὴν θεωρίαν 
περὶ μέλους παντός, πῶς ποτε πέφυκεν φωνὴ ἐπιτεινομένη
 καὶ ἀνιεμένη τιθέναι τὰ διαστήματα. φυσικὴν γὰρ δή 
τινά φαμεν ἡμεῖς τὴν φωνὴν κίνησιν κινεῖσθαι καὶ οὐχ ὡς 
ἔτυχε διάστημα τιθέναι. καὶ τούτων ἀποδείξεις πειρώμεθα 
λέγειν ὁμολογουμένας τοῖς φαινομένοις, οὐ καθάπερ οἱ 
ἔμπροσθεν, οἱ μὲν ἀλλοτριολογοῦντες καὶ τὴν μὲν αἴσθησιν 
ἐκκλίνοντες ὡς οὖσαν οὐκ ἀκριβῆ, νοητὰς δὲ κατασκευάζοντες
 αἰτίας καὶ φάσκοντες λόγους δέ τινας ἀριθμῶν εἶναι


μουσικὴ 
ἀκούσαντες 
ἁρμονικὴ 
πραγματεία 
ἕξεως
ρυθμική*
μετρική*
οργανική*
μέλους 
φωνὴ
ἐπιτεινομένη 
ἀνιεμένη 
διαστήματα
κίνησιν 
διάστημα 
αἴσθησιν 
λόγους



#39
καὶ τάχη πρὸς ἄλληλα ἐν οἷς τό τε ὀξὺ καὶ τὸ βαρὺ 
γίγνεται, πάντων ἀλλοτριωτάτους λόγους λέγοντες καὶ
ἐναντιωτάτους τοῖς φαινομένοις· οἱ δ᾽ ἀποθεσπίζοντες ἕκαστα 
ἄνευ αἰτίας καὶ ἀποδείξεως οὐδ᾽ αὐτὰ τὰ φαινόμενα καλῶς 
ἐξηριθμηκότες. ἡμεῖς δ᾽ ἀρχάς τε πειρώμεθα λαβεῖν
μένας ἁπάσας τοῖς ἐμπείροις μουσικῆς καὶ τὰ ἐκ τούτων 
συμβαίνοντα ἀποδεικνύναι
Ἔστι δὴ τὸ μὲν ὅλον ἡμῖν __θεωρία περὶ μέλους 
παντὸς μουσικοῦ τοῦ γιγνομένου ἐν φωνῇ τε καὶ ὀργάνοις
ἀνάγεται δ᾽ πραγματεία εἰς δύο, εἴς τε τὴν ἀκοὴν καὶ 
εἰς τὴν διάνοιαν. τῇ μὲν γὰρ ἀκοῇ κρίνομεν τὰ τῶν
διαστημάτων μεγέθη, τῇ δὲ διανοίᾳ θεωροῦμεν τὰς τούτων 
δυνάμεις. δεῖ οὖν ἐθισθῆναι ἕκαστα ἀκριβῶς κρίνειν· οὐ 
γάρ ἐστιν ὥσπερ ἐπὶ τῶν διαγραμμάτων εἴθισται λέγεσθαι· 
ἔστω τοῦτο εὐθεῖα γραμμή, - οὕτω καὶ ἐπὶ τῶν διαστημάτων
 εἰπόντα ἀπηλλάχθαι δεῖ. μὲν γὰρ γεωμέτρης 
οὐδὲν χρῆται τῇ τῆς αἰσθήσεως δυνάμει, οὐ γὰρ ἐθίζει τὴν 
ὄψιν οὔτε τὸ εὐθὺ οὔτε τὸ περιφερὲς οὔτ᾽ ἄλλο οὐδὲν τῶν 
τοιούτων οὔτε φαύλως οὔτε εὖ κρίνειν, ἀλλὰ μᾶλλον ὁ 
τέκτων καὶ τορνευτὴς καὶ ἕτεραί τινες τῶν τεχνῶν περὶ
 ταῦτα πραγματεύονται· τῷ δὲ μουσικῷ σχεδόν ἐστιν 
ἀρχῆς ἔχουσα τάξιν τῆς αἰσθήσεως ἀκρίβεια, οὐ γὰρ

ὀξὺ 
βαρὺ 
λόγους 
μουσικῆς 
μέλους 
φωνῇ 
ὀργάνοις
ἀκοὴν 
διάνοιαν
διαστημάτων
μεγέθη
δυνάμεις
διάγραμμα*
περιφορά*

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου